previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[16] πάντα ἐν τῇ πόλει. ὑμεῖς δέ, φίλαι, ἐν τῇ Ποικίλῃ τέως περιπατήσατε: ἥξω γὰρ ὑμῖν ἐκδικάσασα τὴν δίκην.

Παρρησιάδης
τίνες δὲ εἰσιν, Φιλοσοφία; πάνυ γάρ μοι κόσμιαι καὶ αὗται δοκοῦσιν. [p. 26]

Φιλοσοφία
ἀρετὴ μὲν ἀνδρώδης αὕτη, Σωφροσύνη δὲ ἐκείνη καὶ Δικαιοσύνη παρ᾽ αὐτήν. προηγουμένη δὲ Παιδεία, ἀμυδρὰ δὲ καὶ ἀσαφὴς τὸ χρῶμα Ἀλήθειά ἐστιν.

Παρρησιάδης
οὐχ ὁρῶ ἥντινα καὶ λέγεις.

Φιλοσοφία
τὴν ἀκαλλώπιστον ἐκείνην οὐχ ὁρᾷς, τὴν γυμνήν, τὴν ὑποφεύγουσαν ἀεὶ καὶ διολισθάνουσαν;

Παρρησιάδης
ὁρῶ νῦν μόλις. ἀλλὰ τί οὐχὶ καὶ ταύτας ἄγεις, ὡς πλῆρες γένοιτο καὶ ἐντελὲς τὸ συνέδριον; τὴν Ἀλήθειαν δέ γε καὶ συνήγορον ἀναβιβάσασθαι πρὸς τὴν δίκην βούλομαι.

Φιλοσοφία
νὴ Δία, ἀκολουθήσατε καὶ ὑμεῖς: οὐ βαρὺ γὰρ μίαν δικάσαι δίκην, καὶ ταῦτα περὶ τῶν ἡμετέρων ἐσομένην.

Ἀλήθεια

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: