previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] εἶτα πρὸ δίκης οὐδὲ ἀπολογησάμενον ἀποκτενεῖτε; δῆλος γοῦν ἐστιν εἰπεῖν τι θέλων. [p. 24]

Πλάτων
οὔκ, ἀλλ᾽ ἐπὶ σὲ τὸ πᾶν ἀνεβαλόμεθα, καὶ σοὶ ὅτι ἂν δοκῇ, τοῦτο ποιήσῃ τέλος τῆς δίκης.

Φιλοσοφία
τί φὴς σύ;

Παρρησιάδης
τοῦτο αὐτό, δέσποινα Φιλοσοφία, ἥπερ καὶ ' μόνη τἀληθὲς ἂν ἐξευρεῖν δύναιο: μόλις γοῦν εὑρόμην πολλὰ ἱκετεύσας τὸ σοὶ φυλαχθῆναι τὴν δίκην.

Πλάτων
νῦν, κατάρατε, δέσποιναν αὐτὴν καλεῖς; πρῴην δὲ τὸ ἀτιμότατον Φιλοσοφίαν ἀπέφαινες ἐν τοσούτῳ θεάτρῳ ἀποκηρύττων κατὰ μέρη δύ᾽ ὀβολῶν ἕκαστον εἶδος αὐτῆς τῶν λόγων.

Φιλοσοφία
ὁρᾶτε μὴ οὐ Φιλοσοφίαν οὗτός γε ἀλλὰ γόητας ἄνδρας ἐπὶ τῷ ἡμετέρῳ ὀνόματι πολλὰ καὶ μιαρὰ πράττοντας ἠγόρευεν κακῶς.

Παρρησιάδης
εἴσῃ αὐτίκα, ἢν ἐθέλῃς ἀπολογουμένου ἀκούειν μόνον.

Φιλοσοφία
ἀπίωμεν εἰς Ἄρειον πάγον, μᾶλλον δὲ εἰς τὴν ἀκρόπολιν αὐτήν, ὡς ἂν ἐκ περιωπῆς ἅμα καταφανείη

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: