previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5] ἐποικοδομεῖν ἔτι δεήσει. παπαῖ, κάτω ἔτι ἐσμὲν ἐν ὑπωρείᾳ τοῦ οὐρανοῦ: ἀπὸ μὲν γὰρ τῶν ἑῴων μόγις Ἰωνία καὶ Λυδία φαίνεται, ἀπὸ δὲ τῆς ἑσπέρας οὐ πλέον Ἰταλίας καὶ Σικελίας, ἀπὸ δὲ τῶν ἀρκτῴων τὰ ἐπὶ τάδε τοῦ Ἴστρου μόνον, κἀκεῖθεν Κρήτη οὐ πάνυ σαφῶς. μετακινητέα ἡμῖν, [p. 406] πορθμεῦ, καὶ Οἴτη, ὡς ἔοικεν, εἶτα Παρνασσὸς ἐπὶ πᾶσιν.

Χάρων
οὕτω ποιῶμεν. ὅρα μόνον μὴ λεπτότερον ἐξεργασώμεθα τὸ ἔργον ἀπομηκύναντες πέρα τοῦ πιθανοῦ, εἶτα συγκαταρριφέντες αὐτῷ πικρᾶς τῆς Ὁμήρου οἰκοδομικῆς πειραθῶμεν συντριβέντες τῶν κρανίων.

Ἑρμῆς
θάρρει: ἀσφαλῶς γὰρ ἕξει ἅπαντα. μετατίθει τὴν Οἴτην ἐπικυλινδείσθω Παρνασσός, ἰδοὺ δή, ἐπάνειμι αὖθις: εὖ ἔχει: πάντα ὁρῶ: ἀνάβαινε ἤδη καὶ σύ.

Χάρων
ὄρεξον, Ἑρμῆ, τὴν χεῖρα: οὐ γὰρ ἐπὶ μικρὰν με ταύτην μηχανὴν ἀναβιβάζεις.

Ἑρμῆς
εἴ γε καὶ ἰδεῖν ἐθέλεις, Χάρων, ἅπαντα: οὐκ ἔνι δὲ ἄμφω καὶ ἀσφαλῆ καὶ φιλοθεάμονα εἶναι. ἀλλ᾽ ἔχου μου τῆς δεξιᾶς καὶ φείδου μὴ κατὰ τοῦ ὀλισθηροῦ πατεῖν. εὖ γε, ἀνελήλυθας καὶ σύ καὶ ἐπείπερ δικόρυμβος Παρνασσός ἐστι, μίαν ἑκάτερος ἄκραν ἀπολαβόμενοι καθεζώμεθα: σὺ δέ μοι ἤδη ἐν κύκλῳ περιβλέπων ἐπισκόπει ἅπαντα.

Χάρων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: