previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] καὶ δυνησόμεθα, Ἑρμῆ, δύ᾽ ὄντες ἀναθέσθαι ἀράμενοι τὸ Πήλιον τὴν Ὄσσαν;

Ἑρμῆς
διὰ τί δ᾽ οὐκ ἄν, Χάρων; ἀξιοῖς ἡμᾶς ἀγεννεστέρους εἶναι τοῖν βρεφυλλίοιν ἐκείνοιν, καὶ ταῦτα θεοὺς ὑπάρχοντας;

Χάρων
οὔκ, ἀλλὰ τὸ πρᾶγμα δοκεῖ μοι ἀπίθανόν τινα τὴν μεγαλουργίαν ἔχειν. [p. 404]

Ἑρμῆς
εἰκότως: ἰδιώτης γὰρ εἶ, Χάρων, καὶ ἥκιστα ποιητικός: δὲ γεννάδας Ὅμηρος ἀπὸ δυοῖν στίχοιν αὐτίκα ἡμῖν ἀμβατὸν ἐποίησε τὸν οὐρανόν, οὕτω ῥᾳδίως συνθεὶς τὰ ὄρη. καὶ θαυμάζω εἴ σοι ταῦτα τεράστια εἶναι δοκεῖ τὸν Ἄτλαντα δηλαδὴ εἰδότι, ὃς τὸν πόλον αὐτὸν εἷς ὢν φέρει ἀνέχων ἡμᾶς ἅπαντας. ἀκούεις δέ γε ἴσως καὶ τοῦ ἀδελφοῦ τοῦ ἐμοῦ πέρι τοῦ Ἡρακλέους, ὡς διαδέξαιτό ποτε αὐτὸς ἐκεῖνος τὸν Ἄτλαντα, καὶ ἀναπαύσειε πρὸς ὀλίγον τοῦ ἄχθους ὑποθεὶς ἑαυτὸν τῷ φορτίῳ.

Χάρων
ἀκούω καὶ ταῦτα εἰ δὲ ἀληθῆ ἔστιν, σὺ ἄν, Ἑρμῆ, καὶ οἱ ποιηταὶ εἰδείητε.

Ἑρμῆς
ἀληθέστατα, Χάρων. τίνος γὰρ ἕνεκα σοφοὶ ἄνδρες ἐψεύδοντο ἄν; ὥστε ἀναμοχλεύωμεν τὴν Ὄσσαν πρῶτον, ὥσπερ ἡμῖν ὑφηγεῖται τὸ ἔπος καὶ ἀρχιτέκτων Ὅμηρος, αὐτὰρ ἐπ᾽ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον. ὁρᾷς ὅπως ῥᾳδίως ἅμα καὶ ποιητικῶς ἐξειργασάμεθα; φέρ᾽ οὖν ἀναβὰς ἴδω, εἰ καὶ ταῦτα ἱκανὰ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: