previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[24] Κλεωναί. ἀλλὰ μεταξὺ λόγων, τίνες ἐκεῖνοὶ εἰσιν οἱ πολεμοῦντες ὑπὲρ τίνος ἀλλήλους φονεύουσιν;

Ἑρμῆς
Ἀργείους ὁρᾷς, Χάρων, καὶ Λακεδαιμονίους καὶ τὸν ἡμιθνῆτα ἐκεῖνον στρατηγὸν Ὀθρυάδαν τὸν ἐπιγράφοντα τὸ τρόπαιον τῷ αὑτοῦ αἵματι

Χάρων
ὑπὲρ τίνος δ᾽ αὐτοῖς, Ἑρμῆ, πόλεμος;

Ἑρμῆς
ὑπὲρ τοῦ πεδίου αὐτοῦ, ἐν μάχονται.

Χάρων
τῆς ἀνοίας, οἵ γε οὐκ ἴσασιν ὅτι, κἂν ὅλην τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνται, μόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ Αἰακοῦ τὸ δὲ πεδίον τοῦτο ἄλλοτε ἄλλοι γεωργήσουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπάσαντες τῷ ἀρότρῳ.

Ἑρμῆς
οὕτω μὲν ταῦτα ἔσται: ἡμεῖς δὲ καταβάντες ἤδη καὶ κατὰ χώραν εὐθετήσαντες αὖθις τὰ ὄρη ἀπαλλαττώμεθα, ἐγὼ μὲν καθ᾽ ἐστάλην, σὺ δὲ [p. 446] ἐπὶ τὸ πορθμεῖον ἥξω δέ σοι καὶ αὐτὸς μετ᾽ ὀλίγον νεκροστολῶν.

Χάρων
εὖ γε ἐποίησας, Ἑρμῆ: εὐεργέτης εἰς ἀεὶ ἀναγεγράψῃ, ὠνάμην γάρ τι διὰ σὲ τῆς ἀποδημίας. — οἷά ἐστι τὰ τῶν κακοδαιμόνων ἀνθρώπων πράγματαβασιλεῖς, πλίνθοι χρυσαῖ, ἐπιτύμβια μάχαι: Χάρωνος δὲ οὐδεὶς λόγος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: