previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14] ἀσκῷ αἵματος; ἐκεῖνος δὲ τίς ἐστιν, Ἑρμῆ, τὴν πορφυρᾶν ἐφεστρίδα ἐμπεπορπημένος, τὸ διάδημα, τὸν δακτύλιον μάγειρος ἀναδίδωσι τὸν ἰχθὺν ἀνατεμών, νήσῳ ἐν ἀμφιρύτῃ; βασιλεὺς δέ τις εὔχεται εἶναι.

Ἑρμῆς
εὖ γε παρῳδεῖς, Χάρων. ἀλλὰ Πολυκράτην ὁρᾷς τὸν Σαμίων τύραννον πανευδαίμονα ἡγούμενον εἶναι: ἀτὰρ καὶ οὗτος αὐτὸς ὑπὸ τοῦ παρεστῶτος οἰκέτου Μαιανδρίου προδοθεὶς Ὀροίτῃ τῷ σατράπῃ ἀνασκολοπισθήσεται, ἅθλιος ἐκπεσὼν τῆς εὐδαιμονίας ἐν ἀκαρεῖ τοῦ χρόνου: καὶ ταῦτα γὰρ τῆς Κλωθοῦς ἐπήκουσα.

Χάρων
ἄγαμαι Κλωθοῦς γεννικῆς: καῖε αὐτούς, βελτίστη, καὶ τὰς κεφαλὰς ἀπότεμνε καὶ ἀνασκολόπιζε, ὡς εἰδῶσιν ἄνθρωποι ὄντες: ἐν τοσούτῳ δὲ ἐπαιρέσθων ὡς ἂν ἀφ᾽ ὑψηλοτέρου ἀλγεινότερον καταπεσούμενοι. ἐγὼ δὲ γελάσομαι τότε γνωρίσας αὐτῶν ἕκαστον γυμνὸν ἐν τῷ σκαφιδίῳ μήτε τὴν πορφυρίδα μήτε τιάραν κλίνην χρυσῆν κομίζοντας. [p. 428]

Ἑρμῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: