Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[43]
τοῖς λύκοις, καὶ φίλος εἷς Τίμων. οἱ δὲ ἄλλοι πάντες ἐχθροὶ καὶ ἐπίβουλοι: καὶ τὸ
προσομιλῆσαί τινι αὐτῶν μίασμα: καὶ ἤν τινα ἴδω μόνον, ἀποφρὰς ἡ ἡμέρα: καὶ ὅλως ἀνδριάντων λιθίνων
ἢ χαλκῶν μηδὲν ἡμῖν διαφερέτωσαν καὶ μήτε
κήρυκα δεχώμεθα παρ᾽ αὐτῶν μήτε σπονδὰς
[p. 374]
σπενδώμεθα: ἡ ἐρημία δὲ ὅρος ἔστω πρὸς αὐτούς. φυλέται δὲ καὶ φράτορες καὶ δημόται καὶ ἡ πατρὶς
αὐτὴ ψυχρὰ καὶ ἀνωφελῆ ὀνόματα καὶ ἀνοήτων ἀνδρῶν φιλοτιμήματα. πλουτείτω δὲ Τίμων μόνος
καὶ ὑπεροράτω ἁπάντων καὶ τρυφάτω μόνος καθ᾽ ἑαυτὸν κολακείας καὶ ἐπαίνων φορτικῶν ἀπηλλαγμένος: καὶ θεοῖς θυέτω καὶ εὐωχείσθω ^ μόνος, ἑαυτῷ γείτων καὶ ὅμορος, ἐκσείων τῶν ἄλλων. καὶ
ἅπαξ ἑαυτὸν δεξιώσασθαι δεδόχθω, ἢν δέῃ
ἀποθανεῖν’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.