Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
μηδὲν σκαιόν, ὦ Τίμων, ἀλλὰ τὸ πάνυ τοῦτο ἄγριον καὶ τραχὺ καταβαλὼν προτείνας τὼ χεῖρε λάμβανε τὴν ἀγαθὴν τύχην καὶ πλούτει πάλιν καὶ ἴσθι Ἀθηναίων τὰ πρῶτα καὶ ὑπερόρα τῶν ἀχαρίστων ἐκείνων μόνος αὐτὸς εὐδαιμονῶν.
Τίμων
οὐδὲν ὑμῶν δέομαι: μὴ ἐνοχλεῖτέ μοι: ἱκανὸς ἐμοὶ πλοῦτος ἡ δίκελλα, τὰ δ᾽ ἄλλα εὐδαιμονέστατός εἰμι μηδενός μοι πλησιάζοντος, Ἑρμῆς
οὕτως, ὦ τάν, ἀπανθρώπως; τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε; καὶ μὴν εἰκὸς ἦν μισάνθρωπον μὲν εἶναί σε τοσαῦτα ὑπ᾽ αὐτῶν δεινὰ πεπονθότα, μισόθεον δὲ μηδαμῶς, οὕτως ἐπιμελουμένων σου τῶν θεῶν. Τίμων

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.