previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[28] τί οὖν ὅτι καὶ ἐν αὐτῷ ἤδη τῷ πλουτεῖν γενόμενοι καὶ τὸ προσωπεῖον αὐτοὶ περιθέμενοι ἔτι ἐξαπατῶνται, καὶ ἤν τις ἀφαιρῆται αὐτούς, θᾶττον ἂν τὴν κεφαλὴν τὸ προσωπεῖον πρόοιντο; οὐ γὰρ δὴ καὶ τότε ἀγνοεῖν εἰκὸς αὐτοὺς ὡς ἐπίχριστος εὐμορφία ἐστίν, ἔνδοθεν τὰ πάντα ὁρῶντας.

Πλοῦτος
οὐκ ὀλίγα, Ἑρμῆ, καὶ πρὸς τοῦτό μοι συναγωνίζεται.

Ἑρμῆς
τὰ ποῖα;

Πλοῦτος
ἐπειδάν τις ἐντυχὼν τὸ πρῶτον ἀναπετάσας τὴν θύραν εἰσδέχηταί με, συμπαρεισέρχεται μετ᾽ ἐμοῦ λαθὼν τῦφος καὶ ἄνοια καὶ μεγαλαυχία [p. 358] καὶ μαλακία καὶ ὕβρις καὶ ἀπάτη καὶ ἄλλ᾽ ἄττα μυρία: ὑπὸ δὴ τούτων ἁπάντων καταληφθεὶς τὴν ψυχὴν θαυμάζει τε τὰ οὐ θαυμαστὰ καὶ ὀρέγεται τῶν φευκτῶν κἀμὲ τὸν πάντων ἐκείνων πατέρα τῶν εἰσεληλυθότων κακῶν τέθηπε δορυφορούμενον ὑπ᾽ αὐτῶν, καὶ πάντα πρότερον πάθοι ἂν ἐμὲ προέσθαι ὑπομείνειεν ἄν.

Ἑρμῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: