Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
ἔτι δή μοι καὶ τοῦτο ἀπόκριναι, πῶς τυφλὸς
ὤν — εἰρήσεται γάρ — καὶ προσέτι ὠχρὸς καὶ βαρὺς
ἐκ τοῖν σκελοῖν τοσούτους ἐραστὰς ἔχεις, ὥστε πάντας ἀποβλέπειν εἰς σέ, καὶ τυχόντας μὲν
εὐδαιμονεῖν οἴεσθαι, εἰ δὲ ἀποτύχοιεν οὐκ ἀνέχεσθαι ζῶντας; οἶδα γοῦν τινας οὐκ ὀλίγους αὐτῶν
οὕτως σου δυσέρωτας ὄντας ὥστε καὶ ἐς βαθυκήτεα πόντον φέροντες ἔρριψαν αὑτοὺς καὶ πετρῶν κατ᾽ ἠλιβάτων, ὑπερορᾶσθαι νομίζοντες ὑπό σοῦ ὅτεπερ οὐδὲ τὴν ἀρχὴν ἑώρας αὐτούς. πλὴν ἀλλὰ καὶ σὺ ἂν εὖ οἶδα ὅτι ὁμολογήσειας, εἴ τι συνίης σαυτοῦ, κορυβαντιᾶν αὐτοὺς ἐρωμένῳ
τοιούτῳ ἐπιμεμηνότας.
Πλοῦτος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.