previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[20] οὔπω στάδιον ἀνεληλύθειν καὶ Σελήνη γυναικείαν φωνὴν προϊεμένη, ‘Μένιππε,’ φησίν, ‘οὕτως ὄναιο, διακόνησαί μοί τι πρὸς τὸν Δία.’ ‘ λέγοις ἄν,’ ἦν δ᾽ ἐγώ: ‘βαρὺ γὰρ οὐδέν, ἢν μή τι φέρειν δέῃ.’ ‘πρεσβείαν,’ ἔφη, ‘τινὰ οὐ χαλεπὴν καὶ δέησιν ἀπένεγκε ^ παρ᾽ ἐμοῦ τῷ [p. 302] Διί: ἀπείρηκα γὰρ ἤδη, Μένιππε, πολλὰ καὶ δεινὰ παρὰ τῶν φιλοσόφων ἀκούουσα, οἷς οὐδὲν ἕτερόν ἐστιν ἔργον τἀμὰ πολυπραγμονεῖν, τίς εἰμι καὶ πηλίκη, καὶ δι᾽ ἥντινα αἰτίαν διχότομος ἀμφίκυρτος ηἰηνομαι. καὶ οἱ μὲν κατοικεῖσθαὶ μέ φασιν, οἱ δὲ κατόπτρου δίκην ἐπικρέμασθαι τῇ θαλάττῃ, οἱ δὲ τι ἂν ἕκαστος ἐπινοήσῃ τοῦτό μοι προσάπτουσι. τὰ τελευταῖα δὲ καὶ τὸ φῶς αὐτὸ κλοπιμαῖόν τε καὶ νόθον εἶναί μοί φασιν ἄνωθεν ἧκον παρὰ τοῦ Ἡλίου, καὶ οὐ παύονται καὶ πρὸς τοῦτόν με ἀδελφὸν ὄντα συγκροῦσαι καὶ στασιάσαι προαιρούμενοι: οὐ γὰρ ἱκανὰ ἦν αὐτοῖς περὶ αὐτοῦ εἰρήκασι τοῦ Ἡλίου, λίθον αὐτὸν εἶναι καὶ μύδρον διάπυρον. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: