Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[49]
τοιαῦτα ἐν τῇ νηΐ σου γίνεται, ὦ σοφώτατε
[p. 164]
Τιμόκλεις: διὰ τοῦτο αἱ ναυαγίαι μυρίαι. εἰ δέ τις
κυβερνήτης ἐφεστὼς ἑώρα καὶ διέταττεν ἕκαστα,
πρῶτον μὲν οὐκ ἂν ἠγνόησεν οἵτινες οἱ χρηστοὶ καὶ οἵτινες οἱ φαῦλοι τῶν ἐμπλεόντων, ἔπειτα ἑκάστῳ κατὰ τὴν ἀξίαν τὰ προσήκοντα
ἀπένειμεν ἄν, χώραν τε τὴν ἀμείνω τοῖς ἀμείνοσι παρ᾽ αὑτὸν ἄνω, τὴν κάτω δὲ τοῖς χείροσι, καὶ
συσσίτους ἔστιν οὓς καὶ συμβούλους ἐποιήσατ᾽ ἄν, καὶ τῶν ναυτῶν ὁ μὲν πρόθυμος ἢ πρῴρας ἐπιμελητὴς ἀπεδέδεικτ᾽ ἂν ἢ τοίχου ἄρχων ἢ πάντως πρὸ τῶν ἄλλων, ὁ δὲ ὀκνηρὸς καὶ ῥᾴθυμος ἐπαίετ᾽ ἂν τῷ καλωδίῳ πεντάκις τῆς ἡμέρας εἰς τὴν κεφαλήν,
ὥστε σοι, ὦ θαυμάσιε, τὸ τῆς νεὼς τοῦτο παράδειγμα κινδυνεύει περιτετράφθαι κακοῦ τοῦ
κυβερνήτου τετυχηκός.^
Μῶμος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.