previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[43] ἀλλ᾽, θεοῖς ἐχθρὲ σύ, τοὺς χρησμοὺς καὶ [p. 156] προαγορεύσεις τῶν ἐσομένων τίνος ἔργον ἂν εἴποις θεῶν καὶ τῆς προνοίας τῆς ἐκείνων;

Δάμις
σιώπησον, ἄριστε, περὶ τῶν χρησμῶν, ἐπεὶ ἐρήσομαί σε τίνος αὐτῶν μάλιστα μεμνῆσθαι ἀξιοῖς; ἆρ᾽ ἐκείνου ὃν τῷ Λυδῷ Πύθιος ἔχρησεν, ὃς ἀκριβῶς ἀμφήκης ἦν καὶ διπρόσωπος, οἷοί εἰσι τῶν Ἑρμῶν ἔνιοι, διττοὶ καὶ ἀμφοτέρωθεν ὅμοιοι πρὸς ὁπότερον ἂν αὐτῶν μέρος ἐπιστραφῇς; τι γὰρ μᾶλλον Κροῖσος διαβὰς τὸν Ἅλυν τὴν αὑτοῦ ἀρχὴν τὴν Κύρου καταλύσει; καίτοι οὐκ ὀλίγων ταλάντων Σαρδιανὸς ἐκεῖνος ὄλεθρος τὸ ἀμφιδέξιον τοῦτο ἔπος ἐπρίατο.

Μῶμος
αὐτά που, θεοί, ἁνὴρ διεξέρχεται λέγων ἐδεδίειν μάλιστα. ποῦ νῦν καλὸς ἡμῖν κιθαρῳδός; ἀπολόγησαι αὐτῷ κατελθὼν πρὸς ταῦτα.

Ζεύς
σὺ ἡμᾶς ἐπισφάττεις, Μῶμε, οὐκ ἐν καιρῷ νῦν ἐπιτιμῶν.

Τιμοκλῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: