previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[21] καί μοι ἐνταῦθα, Ζεῦμόνοι γάρ ἐσμεν καὶ οὐδεὶς ἄνθρωπος πάρεστι τῷ συλλόγῳ ἔξω Ἡρακλέους καὶ Διονύσου καὶ Γανυμήδους καὶ Ἀσκληπιοῦ, τῶν παρεγγράπτων τούτωνἀπόκριναι μετ᾽ ἀληθείας, εἲ ποτέ σοι ἐμέλησεν ἐς [p. 122] τοσοῦτον τῶν ἐν τῇ γῇ, ὡς ἐξετάσαι οἵτινες αὐτῶν οἱ φαῦλοι οἵτινες οἱ χρηστοὶ εἰσιν ἀλλ᾽ οὐκ ἂν εἴποις. εἰ γοῦν μὴ Θησεὺς ἐκ Τροιζῆνος εἰς Ἀθήνας ἰὼν ὁδοῦ πάρεργον ἐξέκοψε τοὺς κακούργους, ὅσον ἐπὶ σοὶ καὶ τῇ σῇ προνοίᾳ οὐδὲν ἂν ἐκώλυεν ζῆν ἐντρυφῶντας ταῖς τῶν ὁδῷ βαδιζόντων σφαγαῖς τὸν Σκείρωνα καὶ Πιτυοκάμπτην καὶ Κερκυόνα καὶ τοὺς ἄλλους: εἴ γε μὴ Εὐρυσθεύς, ἀνὴρ δίκαιος καὶ προνοητικός, ὑπὸ φιλανθρωπίας ἀναπυνθανόμενος τὰ παρ᾽ ἑκάστοις ἐξέπεμπε τουτονὶ τὸν οἰκέτην αὑτοῦ, ἐργατικὸν ἄνθρωπον καὶ πρόθυμον εἰς τοὺς πόνους, Ζεῦ, σὺ ὀλίγον ἐφρόντισας ἂν τῆς Ὕδρας καὶ τῶν ἐν Στυμφάλῳ ὀρνέων καὶ ἵππων τῶν Θρᾳκίων καὶ τῆς Κενταύρων ὕβρεως καὶ παροινίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: