previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18] ταῦτ᾽ ἔστιν ἐφ᾽ οἷς ὑμᾶς συνεκάλεσα, οὐ μικρά, θεοί, εἰ λογιεῖσθε ὡς πᾶσα μὲν ἡμῖν τιμὴ καὶ δόξα καὶ πρόσοδος οἱ ἄνθρωποὶ εἰσιν εἰ δ᾽ οὗτοι πεισθεῖεν μηδὲ ὅλως θεοὺς εἶναι ὄντας ἀπρονοήτους εἶναι σφῶν αὐτῶν, ἄθυτα καὶ ἀγέραστα καὶ ἀτίμητα ἡμῖν ἔσται τὰ ἐκ γῆς καὶ μάτην ἐν οὐρανῷ καθεδούμεθα λιμῷ ἐχόμενοι, ἑορτῶν ἐκείνων καὶ πανηγύρεων καὶ ἀγώνων καὶ θυσιῶν καὶ παννυχίδων καὶ πομπῶν στερούμενοι. ὡς οὖν ὑπὲρ τηλικούτων φημὶ δεῖν ἅπαντας ἐπινοεῖν τι σωτήριον τοῖς παροῦσι καὶ ἀφ᾽ ὅτου κρατήσει μὲν Τιμοκλῆς καὶ δόξει ἀληθέστερα λέγειν, Δᾶμις δὲ καταγελασθήσεται πρὸς τῶν ἀκουόντων ὡς ἔγωγε οὐ πάνυ τῷ Τιμοκλεῖ πέποιθα ὡς κρατήσει καθ᾽ [p. 118] ἑαυτόν, ἢν μὴ καὶ τὰ παρ᾽ ἡμῶν αὐτῷ προσγένηται. κήρυττε οὖν, Ἑρμῆ, τὸ κήρυγμα τὸ ἐκ τοῦ νόμου, ὡς ἀνιστάμενοι συμβουλεύοιεν.

Ἑρμῆς
ἄκουε, σίγα, μὴ τάραττε: τίς ἀγορεύειν βούλεται τῶν τελείων θεῶν, οἷς ἔξεστι; τί τοῦτο; οὐδεὶς ἀνίσταται, ἀλλ᾽ ἡσυχάζετε πρὸς τὸ μέγεθος τῶν ἠγγελμένων ἐκπεπληγμένοι;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: