previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14] εὖ γε, ἀφωνότεροι γεγένηνταί σοι τῶν σοφιστῶν. ὥστε ὥρα δημηγορεῖν. ὁρᾷς; πάλαι πρὸς σὲ ἀποβλέπουσι περιμένοντες τι καὶ ἐρεῖς.

Ζεύς
ἀλλ᾽ γε πέπονθα, Ἑρμῆ, οὐκ ἂν ὀκνήσαιμι [p. 110] πρὸς σὲ εἰπεῖν υἱὸν ὄντα. οἶσθα ὅπως θαρραλέος ἀεὶ καὶ μεγαληγόρος ἐν ταῖς ἐκκλησίαις ἦν.

Ἑρμῆς
οἶδα καὶ ἐδεδίειν γε ἀκούων σου δημηγοροῦντος, καὶ μάλιστα ὁπότε ἠπείλεις ^ ἀνασπάσειν ἐκ βάθρων τὴν γῆν καὶ τὴν θάλασσαν αὐτοῖς θεοῖς τὴν σειρὰν ἐκείνην τὴν χρυσῆν καθείς.

Ζεύς
ἀλλὰ νῦν, τέκνον, οὐκ οἶδα εἴτε ὑπὸ τοῦ μεγέθους τῶν ἐφεστώτων δεινῶν εἴτε καὶ ὑπὸ τοῦ πλήθους τῶν παρόντωνπολυθεωτάτη γάρ, ὡς ὁρᾷς, ἐκκλησίαδιατετάραγμαι τὴν γνώμην καὶ ὑπότρομός εἰμι καὶ γλῶττά μοι πεπεδημένη ἔοικε: τὸ δὲ ἀτοπώτατον ἁπάντων, ἐπιλέλησμαι τὸ προοίμιον τῶν ὅλων, παρεσκευασάμην ὡς εὐπροσωποτάτη μοι ἀρχὴ γένοιτο πρὸς αὐτούς.

Ἑρμῆς
ἀπολώλεκας, Ζεῦ, ἅπαντα: οἱ δὲ ὑποπτεύουσι τὴν σιωπὴν καί τι ὑπέρμεγα κακὸν ἀκούσεσθαι προσδοκῶσιν, ἐφ᾽ ὅτῳ σὺ διαμέλλεις.

Ζεύς
βούλει οὖν, Ἑρμῆ, τὸ Ὁμηρικὸν ἐκεῖνο προοίμιον ἀναρραψῳδήσω πρὸς αὐτούς;

Ἑρμῆς
τὸ ποῖον;

Ζεύς
κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι: [p. 112]

Ἑρμῆς
ἄπαγε, ἱκανῶς καὶ πρὸς ἡμᾶς πεπαρῴδηταί σοι τὰ πρῶτα. πλὴν εἰ δοκεῖ, τὸ μὲν φορτικὸν τῶν μέτρων ἄφες, σὺ δὲ τῶν Δημοσθένους δημηγοριῶν τῶν κατὰ Φιλίππου ἥντινα ἂν ἐθέλῃς σύνειρε, ὀλίγα ἐναλλάττων: οὕτω γοῦν οἱ πολλοὶ νῦν ῥητορεύουσιν.

Ζεύς
εὖ λέγεις ἐπίτομόν τινα ῥητορείαν καὶ ῥᾳδιουργίαν ταύτην εὐκαιρον τοῖς ἀπορουμένοις.

Ἑρμῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: