previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[16] ἀπειλήσας. τί δήποτε τοὺς ἱεροσύλους καὶ λῃστὰς ἀφέντες καὶ τοσούτους ὑβριστὰς καὶ βιαίους καὶ ἐπιόρκους δρῦν τινα πολλάκις κεραυνοῦτε λίθον νεὼς ἱστὸν οὐδὲν ἀδικούσης, ἐνίοτε δὲ χρηστόν τινα καὶ ὅσιον ὁδοιπόρον; τί σιωπᾷς, Ζεῦ; οὐδὲ τοῦτό με θέμις εἰδέναι;

Ζεύς
οὐ γάρ, Κυνίσκε. σὺ δὲ πολυπράγμων τις εἶ καὶ οὐκ οἶδ᾽ ὅθεν ταῦτα ἥκεις μοι συμπεφορηκώς.

Κυνίσκος
οὐκοῦν μηδὲ ἐκεῖνο ὑμᾶς ἔρωμαι, σέ τε καὶ τὴν Πρόνοιαν καὶ τὴν Εἱμαρμένην, τί δήποτε Φωκίων μὲν χρηστὸς ἐν τοσαύτῃ πενίᾳ καὶ σπάνει τῶν ἀναγκαίων ἀπέθανε καὶ Ἀριστείδης πρὸ αὐτοῦ, Καλλίας δὲ καὶ Ἀλκιβιάδης, ἀκόλαστα μειράκια, ὑπερεπλούτουν καὶ Μειδίας ὑβριστὴς καὶ Χάροψ Αἰγινήτης, κίναιδος ἄνθρωπος, τὴν μητέρα λιμῷ ἀπεκτονώς, καὶ πάλιν Σωκράτης μὲν παρεδόθη τοῖς ἕνδεκα, Μέλητος δὲ οὐ παρεδόθη, καὶ Σαρδανάπαλλος μὲν ἐβασίλευε θῆλυς ὤν, Γώχης δὲ ἀνὴρ ἐνάρετος ἀνεσκολοπίσθη πρὸς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: