previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] τὸ μὲν ὅλον οὐδὲ λόγων ἔδει: γνώσῃ γὰρ αὐτὸν αὐτίκα μάλα οἷός ἐστιν ἀπὸ τῶν στιγμάτων. ὅμως δὲ καὐτὸς ἀποκαλύψω σοι τὸν ἄνδρα κἀκ τοῦ λόγου δείξω φανερώτερον. οὑτοσὶ γὰρ [p. 50] τρισκατάρατος ὁπόσα μὲν ἰδιώτης ὢν ἔπραξε, παραλείψειν μοι δοκῶ: ἐπεὶ δὲ τοὺς θρασυτάτους προσεταιρισάμενος ^ καὶ δορυφόρους συναγαγὼν ἐπαναστὰς τῇ πόλει τύραννος κατέστη, ἀκρίτους μὲν ἀπέκτεινε πλείονας μυρίους, τὰς δὲ οὐσίας ἑκάστων ἀφαιρούμενος καὶ πλούτου πρὸς τὸ ἀκρότατον ἀφικόμενος οὐδεμίαν μὲν ἀκολασίας ἰδέαν παραλέλοιπεν, ἁπάσῃ δὲ ὠμότητι καὶ ὕβρει κατὰ τῶν ἀθλίων πολιτῶν ἐχρήσατο, παρθένους διαφθείρων καὶ ἐφήβους καταισχύνων καὶ πάντα τρόπον τοῖς ὑπηκόοις ἐμπαροινῶν. καὶ ὑπεροψίας μέν γε καὶ τύφου καὶ τοῦ πρὸς τοὺς ἐντυγχάνοντας φρυάγματος οὐδὲ κατ᾽ ἀξίαν δύναιο ἂν παρ᾽ αὐτοῦ λαβεῖν τὴν δίκην ῥᾷον γοῦν τὸν ἥλιον ἄν τις τοῦτον ἀσκαρδαμυκτὶ προσέβλεψεν. οὐ μὴν ἀλλὰ καὶ τῶν κολάσεων τὸ πρὸς ὠμότητα καινουργὸν αὐτοῦ τίς ἂν διηγήσασθαι δύναιτο, ὃς γε μηδὲ τῶν οἰκειοτάτων ἀπέσχετο; καὶ ταῦτα ὅτι μὴ ἄλλως κενὴ τίς ἐστι κατ᾽ αὐτοῦ διαβολή, αὐτίκα εἴσῃ προσκαλέσας τοὺς ὑπ᾽ αὐτοῦ πεφονευμένους: μᾶλλον δὲ ἄκλητοι, ὡς ὁρᾷς, πάρεισι καὶ περιστάντες ἄγχουσιν αὐτόν. οὗτοι πάντες, Ῥαδάμανθυ, πρὸς τοῦ ἀλιτηρίου τεθνᾶσιν, οἱ μὲν γυναικῶν ἕνεκα εὐμόρφων ἐπιβουλευθέντες, οἱ δὲ υἱέων ἀπαγομένων πρὸς ὕβριν ἀγανακτήσαντες, οἱ δὲ ὅτι ἐπλούτουν, οἱ δὲ ὅτι ἦσαν δεξιοὶ καὶ σώφρονες καὶ οὐδαμοῦ ἠρέσκοντο τοῖς δρωμένοις. [p. 52]

Ῥαδάμανθυς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: