previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[47] ἐπὶ τούτοις διελύθη τὸ συμπόσιον τελευτῆσαν ἐκ τῶν δακρύων αὖθις ἐς γέλωτα ἐπὶ τῷ Ἀλκιδάμαντι καὶ Διονυσοδώρῳ καὶ Ἴωνι. καὶ οἵ τε τραυματίαι φοράδην ἐξεκομίζοντο πονηρῶς ἔχοντες, καὶ μάλιστα πρεσβύτης Ζηνόθεμις ἀμφοτέραις τῇ μὲν τῆς ῥινός, τῇ δὲ τοῦ ὀφθαλμοῦ ἐπειλημμένος, βοῶν ἀπόλλυσθαι ὑπ᾽ ἀλγηδόνων, ὥστε καὶ τὸν Ἕρμωνα καίπερ ἐν κακοῖς ὄνταδύο γὰρ ὀδόντας ἐξεκέκοπτοἀντιμαρτύρεσθαι λέγοντα, Μέμνησο μέντοι, Ζηνόθεμι, ὡς οὐκ ἀδιάφορον ἡγῇ τὸν πόνον καὶ νυμφίος δὲ ἀκεσαμένου τὸ τραῦμα τοῦ Διονίκου ἀπήγετο ἐς τὴν οἰκίαν ταινίαις κατειλημένος τὴν κεφαλήν, ἐπὶ τὸ ζεῦγος ἀνατεθεὶς ἐφ᾽ οὗ τὴν νύμφην ἀπάξειν ἔμελλε, πικροὺς ἄθλιος τοὺς γάμους ἑορτάσας: καὶ τῶν ἄλλων δὲ Διόνικος ἐπεμελεῖτο δὴ τὰ δυνατά, καὶ καθευδήσοντες ἀπήγοντο ἐμοῦντες οἱ πολλοὶ ἐν ταῖς ὁδοῖς. μέντοι Ἀλκιδάμας αὐτοῦ ἔμεινεν οὐ γὰρ ἠδυνήθησαν ἐκβαλεῖν τὸν ἄνδρα, ἐπεὶ ἅπαξ καταβαλὼν ἑαυτὸν ἐπὶ τῆς κλίνης πλαγίως ἐκάθευδε. [p. 462]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: