Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἅμα δὲ ταῦτα ὁ Κλεόδημος εἰρήκει καὶ ἐπεισέπαισεν
ὁ Κυνικὸς Ἀλκιδάμας ἄκλητος, ἐκεῖνο
τὸ κοινὸν ἐπιχαριεντισάμενος, ‘ τὸν Μενέλαον
αὐτόματον ἥκοντα’ τοῖς μὲν οὖν πολλοῖς
[p. 424]
ἀναίσχυντα ἐδόκει πεποιηκέναι καὶ ὑπέκρουον τὰ προχειρότατα, ὁ μὲν τὸ ἀφραίνεις Μενέλαε, ὁ δ᾽
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, καὶ ἄλλοι ^ ἄλλα πρὸς τὸν καιρὸν εὔστοχα καὶ χαρίεντα ὑποτονθορύζοντες: ἐς μέντοι τὸ φανερὸν
οὐδεὶς ἐτόλμα λέγειν ἐδεδοίκεσαν γὰρ τὸν Ἀλκιδάμαντα, βοὴν ἀγαθὸν ἀτεχνῶς ὄντα καὶ κρακτικώτατον κυνῶν ἁπάντων, παρ᾽ ὃ καὶ ἀμείνων ἐδόκει καὶ φοβερώτατος ἦν ἅπασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.