Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
οὗτοι μὲν οὖν Ῥωμαίων βασιλεῖς, οἷς συνάψω καὶ τοὺς λοιποὺς βασιλέας τοὺς εἰς μακρὸν γῆρας ἀφικομένους καὶ μετ᾽ αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα ἑκάστους. ἐπὶ τέλει δέ σοι καὶ τοὺς λοιποὺς Ῥωμαίων τοὺς εἰς μήκιστον γῆρας ἀφικομένους προσαναγράψω, προσθεὶς ἅμα καὶ τοὺς κατὰ τὴν λοιπὴν Ἰταλίαν ἐπὶ πλεῖστον βιώσαντας: ἀξιόλογος γὰρ ἔλεγχος
ἡ ἱστορία τῶν διαβάλλειν πειρωμένων τὸν ἐνταῦθα ἀέρα, ὥστε καὶ ἡμᾶς χρηστοτέρας ἔχειν τὰς ἐλπίδας, τελείους ἡμῖν τὰς εὐχὰς ἔσεσθαι πρὸς τὸ εἰς
μήκιστόν τε καὶ λιπαρὸν τὸν πάσης γῆς καὶ θαλάττης δεσπότην γῆρας ἀφικέσθαι, τῇ ἑαυτοῦ οἰκουμένῃ διαρκέσοντα ^ ἤδη καὶ γέροντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.