Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
Πτολεμαῖος δὲ ὁ Λάγου ὁ τῶν καθ᾽
αὑτὸν εὐδαιμονέστατος βασιλέων Αἰγύπτου μὲν ἐβασίλευσεν, τέσσαρα δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη ζῶν παρέδωκεν τὴν ἀρχὴν πρὸ δύο ἐτοῖν τῆς τελευτῆς Πτολεμαίῳ τῷ υἱῷ, Φιλαδέλφῳ δὲ ἐπίκλησιν, ὅστις διεδέξατο τὴν πατρῴαν βασιλείαν ἀδελφῶν. .. φιλέταιρος δὲ πρῶτος μὲν ἐκτήσατο τὴν περὶ Πέργαμον ἀρχὴν καὶ κατέσχεν εὐνοῦχος
ὤν, κατέστρεψε δὲ τὸν βίον ὀγδοήκοντα ἐτῶν
[p. 232] γενόμενος. Ἄτταλος δὲ ὁ ἐπικληθεὶς Φιλάδελφος, τῶν Περγαμηνῶν καὶ οὗτος βασιλεύων, πρὸς ὃν
καὶ Σκιπίων Ῥωμαίων στρατηγὸς ἀφίκετο, δύο καὶ ὀγδοήκοντα ἐτῶν ἐξέλιπε τὸν βίον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.