This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
καὶ γὰρ
εἶδε τὸν ἥλιον πρῶτον ἕκαστος ἀπὸ τῆς πατρίδος,
ὡς καὶ τοῦτον τὸν θεόν, εἰ καὶ κοινός ἐστιν, ἀλλ᾽
οὖν ἑκάστῳ νομίζεσθαι πατρῷον διὰ τὴν πρώτην
ἀπὸ τοῦ τόπου θέαν καὶ φωνῆς ἐνταῦθα ἤρξατο
[p. 214]
τὰ ἐπιχώρια πρῶτα λαλεῖν μανθάνων καὶ θεοὺς ἐγνώρισεν. εἰ δέ τις τοιαύτης ἔλαχε πατρίδος,
ὡς ἑτέρας δεηθῆναι πρὸς τὴν τῶν μειζόνων
παιδείαν, ἀλλ᾽ οὖν ἐχέτω καὶ τούτων τῶν παιδευμάτων
τῇ πατρίδι τὴν χάριν οὐ γὰρ ἂν ἐγνώρισεν οὐδὲ πόλεως ὄνομα μὴ διὰ τὴν πατρίδα πόλιν εἶναι
μαθών.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.