Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
ἐπεὶ δὲ Ἡρῴδης ὁ πάνυ ἐπένθει τὸν Πολυδεύκη πρὸ ὥρας ἀποθανόντα καὶ ἠξίου
ὄχημα ζεύγνυσθαι αὐτῷ καὶ ἵππους παρίστασθαι
ὡς ἀναβησομένῳ καὶ δεῖπνον παρασκευάζεσθαι,
προσελθών, Παρὰ Πολυδεύκους, ἔφη, κομίζω σοὶ
[p. 158] τινα ἐπιστολήν. ἡσθέντος δὲ ἐκείνου καὶ οἰηθέντος ὅτι κατὰ τὸ κοινὸν καὶ αὐτὸς τοῖς ἄλλοις
συντρέχει τῷ πάθει αὐτοῦ, καὶ εἰπόντος, Τί οὖν,
ὦ Δημῶναξ, Πολυδεύκης ἀξιοῖ; αἰτιᾶταί σε, ἔφη, ὅτι μὴ ἤδη πρὸς αὐτὸν ἄπει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.