This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
γίνεται δὲ οὐκ εὐθὺς τοιαύτη, ἀλλὰ σκώληξ
τὸ πρῶτον ἤτοι ἐξ ἀνθρώπων ἢ ἄλλων ζῴων ἀποθανόντων εἶτα κατ᾽ ὀλίγον πόδας τε ἐκφέρει
καὶ φύει τὰ πτερὰ καὶ ἐξ ἑρπετοῦ ὄρνεον γίνεται
καὶ κυοφορεῖ δὲ καὶ ἀποτίκτει σκώληκα μικρὸν τὴν
μυῖαν ὕστερον. σύντροφος δὲ ἀνθρώποις
[p. 86] ὑπάρχουσα καὶ ὁμοδίαιτος καὶ ὁμοτράπεζος ἁπάντων
γεύεται, πλὴν ἐλαίου: θάνατος γὰρ αὐτῇ τοῦτο πιεῖν. καὶ μέντοι ὠκύμορος οὖσα — πάνυ γὰρ ἐς
στενὸν ὁ βίος αὐτῇ συμμεμέτρηται τῷ φωτὶ χαίρει μάλιστα κἀν τούτῳ πολιτεύεται: νυκτὸς δὲ εἰρήνην ἄγει καὶ οὔτε πέτεται οὔτε ᾁδει, ἀλλ᾽
ὑπέπτηχε καὶ ἀτρεμεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.