previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5] ἐγὼ δὲ ἐνταῦθα ἤδη ὑμᾶς, Δελφοί, ἐπὶ τοῦ αὐτοῦ δέους νῦν τῷ λογισμῷ γενομένους ἀξιῶ περὶ τῶν τότε πρακτέων μοι συμβουλεῦσαι, ὅτε ἀφύλακτος ὀλίγου δεῖν ληφθεὶς ἐζήτουν τινὰ σωτηρίαν περὶ τῶν παρόντων. πρὸς ὀλίγον οὖν τῇ γνώμῃ ἐς Ἀκράγαντα παρ᾽ ἐμὲ ἀποδημήσαντες καὶ ἰδόντες τὰς παρασκευὰς αὐτῶν καὶ τὰς ἀπειλὰς ἀκούσαντες εἴπατε τί δεῖ ποιεῖν; φιλανθρωπίᾳ χρῆσθαι πρὸς αὐτοὺς ἔτι καὶ φείδεσθαι καὶ ἀνέχεσθαι ὅσον αὐτίκα μελλήσοντα πείσεσθαι τὰ ὕστατα; μᾶλλον δὲ γυμνὴν ἤδη ὑπέχειν τὴν σφαγὴν καὶ τὰ φίλτατα ἐν ὀφθαλμοῖς ὁρᾶν ἀπολλύμενα; τὰ μὲν τοιαῦτα πάνυ ἠλιθίου τινὸς εἶναι, γενναῖα δὲ καὶ ἀνδρώδη διανοηθέντα καὶ χολὴν ἔμφρονος καὶ ἠδικημένου ἀνδρὸς ἀναλαβόντα μετελθεῖν ἐκείνους, ἐμαυτῷ δὲ ἐκ τῶν ἐνόντων τὴν ἐς τὸ ἐπιὸν ἀσφάλειαν παρασχεῖν; ταῦτ᾽ οἶδ᾽ ὅτι συνεβουλεύσατε ἄν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: