previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

91.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Πυθοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Πόπλιον καὶ Τιβέριον Αἰμίλιον Μάμερκον, Ὀλυμπιὰς δ᾽ ἤχθη πρώτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθ᾽ ἣν ἐνίκα στάδιον Κλεόμαντις Κλειτόριος. [2] ἐπὶ δὲ τούτων Φίλιππος βασιλεὺς ἡγεμὼν ὑπὸ τῶν Ἑλλήνων καθεσταμένος καὶ τὸν πρὸς Πέρσας πόλεμον ἐνστησάμενος Ἄτταλον μὲν καὶ Παρμενίωνα προαπέστειλεν εἰς τὴν Ἀσίαν, μέρος τῆς δυνάμεως δοὺς καὶ προστάξας ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, αὐτὸς δὲ σπεύδων μὲν μετὰ τῆς τῶν θεῶν γνώμης ἐπανελέσθαι τὸν πόλεμον ἐπηρώτησε τὴν Πυθίαν εἰ κρατήσει τοῦ βασιλέως τῶν Περσῶν. δ᾽ ἔχρησεν αὐτῷ τόνδε τὸν χρησμόν:“ ἔστεπται μὲν ταῦρος, ἔχει τέλος, ἔστιν θύσων.
[3] μὲν οὖν Φίλιππος σκολιῶς ἔχοντος τοῦ χρησμοῦ πρὸς τὸ ἴδιον συμφέρον ἐξεδέχετο τὸ λόγιον, ὡς τοῦ μαντείου προλέγοντος τὸν Πέρσην ἱερείου τρόπον τυθήσεσθαι: τὸ δ᾽ ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον ἐσήμαινεν ἐν πανηγύρει καὶ θεῶν θυσίαις τὸν Φίλιππον ὥσπερ τὸν ταῦρον ἐστεμμένον σφαγήσεσθαι. [4] οὐ μὴν ἀλλὰ δόξας συμμαχεῖν αὐτῷ τοὺς θεοὺς περιχαρὴς ἦν, ὡς τῆς Ἀσίας ὑπὸ Μακεδόνας ἐσομένης αἰχμαλώτου. εὐθὺς οὖν θυσίας μεγαλοπρεπεῖς ἐπετέλει τοῖς θεοῖς καὶ τῆς θυγατρὸς Κλεοπάτρας τῆς ἐξ Ὀλυμπιάδος συνετέλει γάμους καὶ ταύτην Ἀλεξάνδρῳ συνῴκισε τῷ βασιλεῖ τῶν Ἠπειρωτῶν, ἀδελφῷ δὲ ὄντι γνησίῳ τῆς Ὀλυμπιάδος. [5] ἅμα δὲ ταῖς τῶν θεῶν τιμαῖς βουλόμενος ὡς πλείστους τῶν Ἑλλήνων μετασχεῖν τῆς εὐωχίας ἀγῶνάς τε μουσικοὺς μεγαλοπρεπεῖς ἐποίει καὶ λαμπρὰς ἑστιάσεις τῶν φίλων καὶ ξένων. [6] διόπερ ἐξ ἁπάσης τῆς Ἑλλάδος μετεπέμπετο τοὺς ἰδιοξένους καὶ τοῖς ἑαυτοῦ φίλοις παρήγγειλε παραλαμβάνειν τῶν ἀπὸ τῆς ξένης γνωρίμων ὡς πλείστους. σφόδρα γὰρ ἐφιλοτιμεῖτο φιλοφρονεῖσθαι πρὸς τοὺς Ἕλληνας καὶ διὰ τὰς δεδομένας αὐτῷ τῆς ὅλης ἡγεμονίας τιμὰς ταῖς προσηκούσαις ὁμιλίαις ἀμείβεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: