previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

56.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Θεμιστοκλέους ἐν Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Γάιος Κορνήλιος καὶ Μάρκος Ποπίλιος. ἐπὶ δὲ τούτων Βοιωτοὶ πολλὴν τῆς Φωκίδος χώραν πορθήσαντες περὶ τὴν ὀνομαζομένην Ὕαν πόλιν ἐνίκησαν τοὺς πολεμίους καὶ κατέβαλον αὐτῶν περὶ ἑβδομήκοντα. [2] μετὰ δὲ ταῦτα Βοιωτοὶ περὶ Κορώνειαν συμπλακέντες τοῖς Φωκεῦσιν ἡττήθησαν καὶ συχνοὺς ἀπέβαλον. ἔπειτα τῶν Φωκέων κατασχόντων ἱκανάς τινας πόλεις ἐν τῇ Βοιωτίᾳ στρατεύσαντες οἱ Βοιωτοὶ καὶ τὸν σῖτον ἐκ τῆς χώρας τῶν πολεμίων φθείραντες κατὰ τὴν ἐπάνοδον ἡττήθησαν. [3] ἅμα δὲ τούτοις πραττομένοις Φάλαικος μὲν τῶν Φωκέων στρατηγὸς, διαβληθεὶς ὅτι πολλὰ τῶν ἱερῶν χρημάτων κέκλοφεν, ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, ἀντὶ δὲ τούτου στρατηγῶν αἱρεθέντων τριῶν, Δεινοκράτους καὶ Καλλίου καὶ Σωφάνους, ἐγένετο ζήτησις τῶν ἱερῶν χρημάτων καὶ λόγον τοὺς κεχειρικότας οἱ Φωκεῖς ἀπῄτουν: ἦν δὲ πλεῖστα διῳκηκὼς Φίλων. [4] οὗτος δ᾽ οὐ δυνάμενος ἀποδοῦναι τὸν λόγον κατεδικάσθη καὶ στρεβλωθεὶς ὑπὸ τῶν στρατηγῶν τοὺς μετέχοντας τῆς κλοπῆς ἐμήνυσεν, αὐτὸς δὲ ταῖς ἐσχάταις αἰκίαις περιπεσὼν οἰκείαν τῆς ἀσεβείας ἔσχε τὴν τοῦ βίου καταστροφήν. [5] οἱ δὲ νοσφισάμενοι τὰ χρήματα τὰ σωζόμενα καὶ περιόντα τῶν ἐκ τῆς κλοπῆς ἀπέδωκαν, αὐτοὶ δ᾽ ἐθανατώθησαν ὡς ἱερόσυλοι. τῶν δὲ προγεγενημένων στρατηγῶν μὲν πρῶτος ἄρξας Φιλόμηλος ἀπέσχετο τῶν ἀναθημάτων, δὲ δεύτερος,προσαγορευόμενος μὲν Ὀνόμαρχος, ἀδελφὸς δ᾽ ὢν Φιλομήλου, πλεῖστα τῶν τοῦ θεοῦ χρημάτων κατεδαπάνησε, τρίτος δὲ Φάυλλος ἀδελφὸς Ὀνομάρχου στρατηγήσας οὐκ ὀλίγα τῶν ἀναθημάτων κατέκοψεν εἰς τὰς τῶν ξένων μισθοφοράς. [6] τὰς γὰρ ἀνατεθείσας ὑπὸ Κροίσου τοῦ Λυδῶν βασιλέως χρυσᾶς πλίνθους, οὔσας ἑκατὸν καὶ εἴκοσι διταλάντους, κατέκοψεν εἰς νόμισμα, φιάλας δὲ χρυσᾶς τριακοσίας καὶ ἑξήκοντα διμναίους καὶ λέοντα χρυσοῦν καὶ γυναῖκα, τριάκοντα ταλάντων χρυσοῦ σταθμὸν ἀγόντων τῶν πάντων: ὥστε τὸ πᾶν κατακοπὲν χρυσίον εἰς ἀργυρίου λόγον ἀναγομένων τῶν χρημάτων εὑρίσκεσθαι τάλαντα τετρακισχίλια: τῶν δ᾽ ἀργυρῶν ἀναθημάτων τῶν τε ὑπὸ Κροίσου καὶ τῶν ἄλλων ἁπάντων ἀνατεθέντων τοὺς πάντας στρατηγοὺς δεδαπανηκέναι τάλαντα πλείω τῶν ἑξακισχιλίων, προστιθεμένων δὲ καὶ τῶν χρυσῶν ἀναθημάτων ὑπερβάλλειν τὰ μύρια τάλαντα. [7] ἔνιοι δὲ τῶν συγγραφέων φασὶν οὐκ ἐλάττω γενέσθαι τὰ συληθέντα τῶν ἐν τοῖς Περσικοῖς θησαυροῖς ὑπ᾽ Ἀλεξάνδρου κατακτηθέντων. ἐπεχείρησαν δ᾽ οἱ περὶ τὸν Φάλαικον στρατηγοὶ καὶ τὸν ναὸν ὀρύττειν, εἰπόντος τινὸς ὡς ἐν αὐτῷ θησαυρὸς εἴη πολὺν ἔχων ἄργυρόν τε καὶ χρυσόν: καὶ τὰ περὶ τὴν ἑστίαν καὶ τὸν τρίποδα φιλοτίμως ἀνέσκαπτον. δὲ μηνύσας τὸν θησαυρὸν μάρτυρα παρείχετο τὸν ἐπιφανέστατον καὶ ἀρχαιότατον τῶν ποιητῶν Ὅμηρον ἐν οἷς λέγειοὐδ᾽ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ.
Hom. Il. 9.404-405 [8] τῶν δὲ στρατιωτῶν ἐγχειρούντων σκάπτειν τὰ περὶ τὸν τρίποδα σεισμοὶ μεγάλοι γενόμενοι τοῖς Φωκεῦσι φόβον ἐπέστησαν, φανερῶς δὲ τῶν θεῶν προσημαινόντων τὴν κατὰ τῶν ἱεροσύλων κόλασιν ἀπέστησαν τῶν ἔργων. δὲ τῆς παρανομίας ταύτης ἡγεμὼν Φίλων προειρημένος ταχὺ τῷ δαιμονίῳ τὰς προσηκούσας δίκας ἐξέτισε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 1.50
  • Cross-references to this page (3):
  • Cross-references from this page (1):
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: