previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

58.

οἱ δὲ Σικελοί, πάλαι μὲν μισοῦντες τὸν Διονύσιον, τότε δὲ καιρὸν τῆς ἀποστάσεως ἔχοντες, μετεβάλοντο πρὸς Καρχηδονίους πλὴν Ἀσσωρίνων ἅπαντες. Διονύσιος δ᾽ ἐν ταῖς Συρακούσαις τοὺς δούλους ἐλευθερώσας, ἐπλήρωσεν ἐξ αὐτῶν ναῦς ἑξήκοντα: μετεπέμψατο δὲ καὶ παρὰ Λακεδαιμονίων μισθοφόρους πλείω τῶν χιλίων, καὶ τὰ κατὰ τὴν χώραν φρούρια περιπορευόμενος ὠχύρου καὶ σῖτον παρεκόμιζεν: ἐπιμελέστατα δὲ τὰς ἐν Λεοντίνοις ἀκροπόλεις ἐτείχισε καὶ τὸν ἐκ τῶν πεδίων σῖτον εἰς ταύτας συνήθροισεν. [2] ἔπεισε δὲ καὶ τοὺς τὴν Κατάνην οἰκοῦντας Καμπανοὺς εἰς τὴν νῦν καλουμένην Αἴτνην μεταστῆναι διὰ τὸ λίαν εἶναι τὸ φρούριον ὀχυρόν. μετὰ δὲ ταῦτα ἀπὸ τῶν Συρακουσῶν ἑκατὸν ἑξήκοντα σταδίους προαγαγὼν ἅπασαν τὴν δύναμιν κατεστρατοπέδευσε περὶ τὸν Ταῦρον καλούμενον. εἶχε δὲ κατ᾽ ἐκεῖνον τὸν καιρὸν πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ πλείους τῶν τρισχιλίων, ναῦς δὲ ἑκατὸν ὀγδοήκοντα: τούτων δ᾽ ὀλίγαι μὲν ἦσαν τριήρεις. [3] Ἰμίλκων δὲ τὰ τείχη τῆς Μεσσήνης κατασκάψας προσέταξε τοῖς στρατιώταις καταβαλεῖν τὰς οἰκίας εἰς ἔδαφος, καὶ μήτε κέραμον μήθ᾽ ὕλην μήτ᾽ ἄλλο μηδὲν ὑπολιπεῖν, ἀλλὰ τὰ μὲν κατακαῦσαι, τὰ δὲ συντρῖψαι. ταχὺ δὲ τῇ τῶν στρατιωτῶν πολυχειρίᾳ λαβόντων τῶν ἔργων συντέλειαν, πόλις ἄγνωστος ἦν ὅτι πρότερον αὐτὴν οἰκεῖσθαι συνέβαινεν. [4] ὁρῶν γὰρ τὸν τόπον πόρρω μὲν ἀπὸ τῶν συμμαχίδων πόλεων κεχωρισμένον, εὐκαιρότατον δὲ τῶν περὶ Σικελίαν ὄντα, προῄρητο δυεῖν θάτερον, τελέως ἀοίκητον διατηρεῖν δυσχερῆ καὶ πολυχρόνιον τὴν κτίσιν αὐτῆς γίνεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (8 total)
  • Cross-references to this page (7):
    • Dictionary of Greek and Roman Geography (1854), AETNA
    • Dictionary of Greek and Roman Geography (1854), ASSO´RUS
    • Dictionary of Greek and Roman Geography (1854), CA´TANA
    • Dictionary of Greek and Roman Geography (1854), LEONTI´NI
    • Dictionary of Greek and Roman Geography (1854), MESSA´NA
    • Dictionary of Greek and Roman Geography (1854), NAXOS
    • Dictionary of Greek and Roman Geography (1854), TAUROME´NIUM
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: