previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

51.

τῶν δὲ Ἀθηναίων περὶ ταῦτα γινομένων Μίνδαρος τῶν Λακεδαιμονίων ἀφηγούμενος αὐτὸς μὲν πρὸς Ἀλκιβιάδην ὑπὲρ τῶν ἀφελκομένων νεῶν διηγωνίζετο, Κλέαρχον δὲ τὸν Σπαρτιάτην μετὰ μέρους τῶν Πελοποννησίων ἀπέστειλε πρὸς τοὺς περὶ Θρασύβουλον: συναπέστειλε δ᾽ αὐτῷ καὶ τοὺς παρὰ Φαρναβάζῳ στρατευομένους μισθοφόρους. [2] δὲ Θρασύβουλος μετὰ τῶν ἐπιβατῶν καὶ τῶν τοξοτῶν τὸ μὲν πρῶτον εὐρώστως ὑπέστη τοὺς πολεμίους, καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ τῶν ἰδίων ἑώρα πίπτοντας: τῶν δὲ μετὰ τοῦ Φαρναβάζου μισθοφόρων κυκλούντων τοὺς Ἀθηναίους καὶ τῷ πλήθει πανταχόθεν περιχεομένων, ἐπεφάνη Θηραμένης τούς τε ἰδίους καὶ τοὺς μετὰ Χαιρέου ἄγων πεζούς. [3] οἱ δὲ μετὰ τοῦ Θρασυβούλου καταπεπονημένοι καὶ τὰς τῆς σωτηρίας ἐλπίδας ἀπεγνωκότες πάλιν ἐξαίφνης ταῖς ψυχαῖς διηγείροντο τηλικαύτης βοηθείας παραγεγενημένης. [4] ἐπὶ πολὺν δὲ χρόνον καρτερᾶς μάχης γενομένης, τὸ μὲν πρῶτον οἱ τοῦ Φαρναβάζου μισθοφόροι φεύγειν ἤρξαντο, καὶ τὸ συνεχὲς ἀεὶ τῆς τάξεως παρερρήγνυτο: τέλος δὲ οἱ Πελοποννήσιοι μετὰ Κλεάρχου καταλειφθέντες καὶ πολλὰ δράσαντες καὶ παθόντες ἐξεώσθησαν. [5] τούτων δὲ καταπεπονημένων οἱ περὶ τὸν Θηραμένην ὥρμησαν τοῖς μετ᾽ Ἀλκιβιάδου κινδυνεύσασι βοηθῆσαι. συνδραμουσῶν δὲ τῶν δυνάμεων εἰς ἕνα τόπον, μὲν Μίνδαρος οὐ κατεπλάγη τὴν ἔφοδον τῶν περὶ Θηραμένην, ἀλλὰ διελόμενος τοὺς Πελοποννησίους τοῖς μὲν ἡμίσεσιν ἀπήντα τοῖς ἐπιοῦσι, τοὺς δ᾽ ἡμίσεις αὐτὸς ἔχων, καὶ δεόμενος ἑκάστου μὴ καταισχῦναι τὸ τῆς Σπάρτης ἀξίωμα, καὶ ταῦτα πεζομαχοῦντας, ἀντετάχθησαν τοῖς περὶ τὸν Ἀλκιβιάδην. [6] περὶ δὲ τῶν νεῶν ἡρωικὴν συστησάμενος μάχην, καὶ πρὸ πάντων αὐτὸς κινδυνεύων, πολλοὺς μὲν ἀνεῖλε τῶν ἀντιτεταγμένων, τὸ δὲ τελευταῖον ἀξίως τῆς πατρίδος ἀγωνισάμενος ὑπὸ τῶν περὶ τὸν Ἀλκιβιάδην ἀνῃρέθη. τούτου δὲ πεπτωκότος οἵ τε Πελοποννήσιοι καὶ πάντες οἱ σύμμαχοι συνέδραμον καὶ καταπλαγέντες εἰς φυγὴν ὥρμησαν. [7] οἱ δ᾽ Ἀθηναῖοι μέχρι μέν τινος ἐπεδίωξαν τοὺς πολεμίους, πυνθανόμενοι δὲ τὸν Φαρνάβαζον μετὰ πολλῆς ἵππου κατὰ σπουδὴν ἐπειγόμενον, ἀνέκαμψαν ἐπὶ τὰς ναῦς, καὶ τὴν μὲν πόλιν παρέλαβον, δύο δὲ τρόπαια κατέστησαν ἀφ᾽ ἑκατέρας νίκης, τὸ μὲν τῆς ναυμαχίας ἐν τῇ νήσῳ τῇ Πολυδώρου καλουμένῃ, τὸ δὲ τῆς πεζομαχίας οὗ τὴν τροπὴν ἐποιήσαντο τὴν πρώτην. [8] οἱ μὲν οὖν ἐν τῇ πόλει Πελοποννήσιοι καὶ πάντες οἱ διαφυγόντες ἐκ τῆς μάχης ἔφυγον ἐπὶ τὸ τοῦ Φαρναβάζου στρατόπεδον: οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ τῶν τε νεῶν ἁπασῶν ἐγκρατεῖς ἐγενήθησαν καὶ πολλοὺς μὲν αἰχμαλώτους, ἀναρίθμητον δὲ πλῆθος λαφύρων ἤθροισαν, ὡς ἂν δύο δυνάμεις ἅμα τηλικαύτας νενικηκότες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: