previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

101.

Ἀθηναῖοι δὲ πυθόμενοι τὴν ἐν ταῖς Ἀργινούσαις εὐημερίαν ἐπὶ μὲν τῇ νίκῃ τοὺς στρατηγοὺς ἐπῄνουν, ἐπὶ δὲ τῷ περιιδεῖν ἀτάφους τοὺς ὑπὲρ τῆς ἡγεμονίας τετελευτηκότας χαλεπῶς διετέθησαν. [2] Θηραμένους δὲ καὶ Θρασυβούλου προαπεληλυθότων εἰς Ἀθήνας, ὑπολαβόντες οἱ στρατηγοὶ τούτους εἶναι τοὺς διαβαλόντας πρὸς τὰ πλήθη περὶ τῶν τελευτησάντων, ἀπέστειλαν κατ᾽ αὐτῶν ἐπιστολὰς πρὸς τὸν δῆμον, διασαφοῦντες ὅτι τούτοις ἐπέταξαν ἀνελέσθαι τοὺς τελευτήσαντας: ὅπερ μάλιστ᾽ αὐτοῖς αἴτιον ἐγενήθη τῶν κακῶν. [3] δυνάμενοι γὰρ ἔχειν συναγωνιστὰς εἰς τὴν κρίσιν τοὺς περὶ Θηραμένην, ἄνδρας καὶ λόγῳ δυνατοὺς καὶ φίλους πολλοὺς ἔχοντας, καὶ τὸ μέγιστον, συμπαραγεγονότας τοῖς εἰς τὴν ναυμαχίαν πράγμασιν, ἐκ τῶν ἐναντίων ἔσχον ἀντιδίκους καὶ πικροὺς κατηγόρους. [4] ἀναγνωσθεισῶν γὰρ ἐν τῷ δήμῳ τῶν ἐπιστολῶν εὐθὺς μὲν τοῖς περὶ Θηραμένην ὠργίζετο τὰ πλήθη, τούτων δὲ ἀπολογησαμένων συνέβη τὴν ὀργὴν πάλιν μεταπεσεῖν εἰς τοὺς στρατηγούς. [5] διόπερ δῆμος προέθηκεν αὐτοῖς κρίσιν, καὶ Κόνωνα μὲν ἀπολύσας τῆς αἰτίας προσέταξε τούτῳ τὰς δυνάμεις παραδίδοσθαι, τοὺς δ᾽ ἄλλους ἐψηφίσατο τὴν ταχίστην ἥκειν. ὧν Ἀριστογένης μὲν καὶ Πρωτόμαχος φοβηθέντες τὴν ὀργὴν τοῦ πλήθους ἔφυγον, Θράσυλλος δὲ καὶ Καλλιάδης, ἔτι δὲ Λυσίας καὶ Περικλῆς καὶ Ἀριστοκράτης μετὰ τῶν πλείστων νεῶν κατέπλευσαν εἰς τὰς Ἀθήνας, ἐλπίζοντες τοὺς ἐν ταῖς ναυσὶ πολλοὺς ὄντας βοηθοὺς ἕξειν ἐν τῇ κρίσει. [6] ὡς δ᾽ εἰς τὴν ἐκκλησίαν τὰ πλήθη συνῆλθον, τῆς μὲν κατηγορίας καὶ τῶν πρὸς χάριν δημηγορούντων ἤκουον,τοὺς δ᾽ ἀπολογουμένους συνθορυβοῦντες οὐκ ἠνείχοντο τῶν λόγων. οὐκ ἐλάχιστα δ᾽ αὐτοὺς ἔβλαψαν οἱ συγγενεῖς τῶν τετελευτηκότων, παρελθόντες μὲν εἰς τὴν ἐκκλησίαν ἐν πενθίμοις, δεόμενοι δὲ τοῦ δήμου τιμωρήσασθαι τοὺς περιεωρακότας ἀτάφους τοὺς ὑπὲρ τῆς πατρίδος προθύμως τετελευτηκότας. [7] τέλος δ᾽ οἵ τε τούτων φίλοι καὶ οἱ τοῖς περὶ Θηραμένην συναγωνιζόμενοι πολλοὶ καθεστῶτες ἐνίσχυσαν, καὶ συνέβη καταδικασθῆναι τοὺς στρατηγοὺς θανάτῳ καὶ δημεύσει τῶν οὐσιῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: