previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

64. οἱ δὲ Μεσσήνιοι μετὰ τῶν Εἱλώτων συνταχθέντες τὸ μὲν πρῶτον ὥρμησαν ἐπὶ τὴν Σπάρτην, ὑπολαμβάνοντες αὐτὴν αἱρήσειν διὰ τὴν ἐρημίαν τῶν βοηθησόντων: ὡς δ᾽ ἤκουσαν τοὺς ὑπολελειμμένους μετ᾽ Ἀρχιδάμου τοῦ βασιλέως συντεταγμένους ἑτοίμους εἶναι πρὸς τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστησαν, καταλαβόμενοι δὲ τῆς Μεσσηνίας χωρίον ὀχυρόν, ἐκ τούτου τὴν ὁρμὴν ποιούμενοι κατέτρεχον τὴν Λακωνικήν. [2] οἱ δὲ Σπαρτιᾶται καταφυγόντες ἐπὶ τὴν παρὰ τῶν Ἀθηναίων βοήθειαν προσελάβοντο παρ᾽ αὐτῶν δύναμιν: οὐδὲν δ᾽ ἧττον καὶ παρὰ τῶν ἄλλων συμμάχων ἀθροίσαντες δυνάμεις ἀξιόμαχοι τοῖς πολεμίοις ἐγενήθησαν. καὶ τὸ μὲν πρῶτον πολὺ προεῖχον τῶν πολεμίων, ὕστερον δὲ ὑποψίας γενομένης ὡς τῶν Ἀθηναίων μελλόντων ἀποκλίνειν πρὸς τοὺς Μεσσηνίους, ἀπέλυσαν αὐτῶν τὴν συμμαχίαν, φήσαντες ἱκανοὺς ἔχειν πρὸς τὸν ἐφεστῶτα κίνδυνον τοὺς ἄλλους συμμάχους. [3] οἱ δὲ Ἀθηναῖοι δόξαντες ἑαυτοὺς ἠτιμάσθαι, τότε μὲν ἀπηλλάγησαν: μετὰ δὲ ταῦτα ἀλλοτρίως ἔχοντες τὰ πρὸς τοὺς Λακεδαιμονίους ἀεὶ μᾶλλον τὴν ἔχθραν ἐξεπύρσευον. διὸ καὶ ταύτην μὲν ἀρχὴν ἔλαβον τῆς ἀλλοτριότητος,ὕστερον δὲ αἱ πόλεις διηνέχθησαν, καὶ μεγάλους ἐπανελόμεναι πολέμους ἔπλησαν ἅπασαν τὴν Ἑλλάδα μεγάλων ἀτυχημάτων. ἀλλὰ γὰρ περὶ τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν. [4] τότε δὲ οἱ Λακεδαιμόνιοι στρατεύσαντες ἐπὶ τὴν Ἰθώμην μετὰ τῶν συμμάχων ἐπολιόρκουν αὐτήν. οἱ δ᾽ Εἵλωτες πανδημεὶ τῶν Λακεδαιμονίων ἀφεστῶτες συνεμάχουν τοῖς Μεσσηνίοις, καὶ ποτὲ μὲν ἐνίκων, ποτὲ δὲ ἡττῶντο. ἐπὶ δὲ ἔτη δέκα τοῦ πολέμου μὴ δυναμένου διακριθῆναι, διετέλουν τοῦτον τὸν χρόνον ἀλλήλους κακοποιοῦντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: