previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

50.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Δρομοκλείδου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γναῖον Μάλλιον. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι τὴν τῆς θαλάττης ἡγεμονίαν ἀποβεβληκότες ἀλόγως, βαρέως ἔφερον: διὸ καὶ τοῖς ἀφεστηκόσιν ἀπ᾽ αὐτῶν Ἕλλησι χαλεπῶς ἔχοντες, ἠπείλουν ἐπιθήσειν αὐτοῖς τὴν προσήκουσαν τιμωρίαν. [2] συναχθείσης δὲ τῆς γερουσίας ἐβουλεύοντο περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τῆς κατὰ θάλατταν ἡγεμονίας. [3] ὁμοίως δὲ καὶ τῆς κοινῆς ἐκκλησίας συναχθείσης, οἱ μὲν νεώτεροι καὶ τῶν ἄλλων οἱ πολλοὶ φιλοτίμως εἶχον ἀνακτήσασθαι τὴν ἡγεμονίαν, νομίζοντες, ἐὰν αὐτὴν περιποιήσωνται, χρημάτων τε πολλῶν εὐπορήσειν καὶ καθόλου τὴν Σπάρτην μείζονα ποιήσεσθαι καὶ δυνατωτέραν, τούς τε τῶν ἰδιωτῶν οἴκους πολλὴν ἐπίδοσιν λήψεσθαι πρὸς εὐδαιμονίαν. [4] ἀνεμιμνήσκοντο δὲ καὶ τῆς ἀρχαίας μαντείας, ἐν προσέταξεν αὐτοῖς θεὸς σκοπεῖν, ὅπως μὴ χωλὴν ἔχωσι τὴν ἡγεμονίαν, καὶ τὸν χρησμὸν ἔφασαν εἰς οὐδὲν ἕτερον τὸ παρὸν λέγειν: χωλὴν γὰρ αὐτοῖς ὑπάρξειν τὴν ἀρχήν, ἐὰν οὐσῶν δυεῖν ἡγεμονιῶν τὴν ἑτέραν ἀποβάλωσι. [5] πάντων δὲ σχεδὸν τῶν πολιτῶν πρὸς ταύτην τὴν ὑπόθεσιν ὡρμημένων, καὶ τῆς γερουσίας συνεδρευούσης περὶ τούτων, οὐδεὶς ἤλπισεν οὐδένα τολμήσειν συμβουλεῦσαι ἕτερόν τι. [6] τῶν δὲ ἐκ τῆς γερουσίας τις, ὄνομα μὲν Ἑτοιμαρίδας, τὸ δὲ γένος ἀφ᾽ Ἡρακλέους ὢν καὶ δι᾽ ἀρετὴν ἀποδοχῆς τυγχάνων παρὰ τοῖς πολίταις, ἐπεχείρησε συμβουλεύειν ἐᾶν τοὺς Ἀθηναίους ἐπὶ τῆς ἡγεμονίας: μὴ συμφέρειν γὰρ τῇ Σπάρτῃ τῆς θαλάττης ἀμφισβητεῖν: πρὸς παράδοξον δὲ ὑπόθεσιν εἰπεῖν εὐπορήσας λόγους ἁρμόζοντας, παρὰ τὴν προσδοκίαν ἔπεισε τὴν γερουσίαν καὶ τὸν δῆμον. [7] τέλος δὲ οἱ Λακεδαιμόνιοι κρίναντες τὸν Ἑτοιμαρίδαν συμφέροντα λέγειν ἀπέστησαν τῆς περὶ τὸν πόλεμον πρὸς τοὺς Ἀθηναίους ὁρμῆς. [8] Ἀθηναῖοι δὲ τὸ μὲν πρῶτον προσεδόκων μέγαν πόλεμον ἕξειν πρὸς τοὺς Λακεδαιμονίους περὶ τῆς κατὰ θάλατταν ἡγεμονίας, καὶ διὰ τοῦτο τριήρεις κατεσκεύαζον πλείους καὶ χρημάτων πλῆθος ἐπορίζοντο καὶ τοῖς συμμάχοις ἐπιεικῶς προσεφέροντο: ὡς δὲ τὰ δοχθέντα τοῖς Λακεδαιμονίοις ἐπύθοντο, τοῦ μὲν φόβου τοῦ κατὰ τὸν πόλεμον ἀπελύθησαν, περὶ δὲ τὴν αὔξησιν τῆς ἰδίας πόλεως ἠσχολοῦντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: