previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[p. 1] τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τῶν Διοδώρου βίβλων.

περὶ τῶν μυθολογουμένων κατὰ τὴν Σικελίαν καὶ τοῦ σχήματος καὶ μεγέθους τῆς νήσου.

περὶ Δήμητρος καὶ Κόρης καὶ τῆς εὑρέσεως τοῦ πυρίνου καρποῦ. περὶ Λιπάρας καὶ τῶν ἄλλων τῶν Αἰολίδων καλουμένων νήσων.

περὶ Μελίτης καὶ Γαύλου καὶ Κερκίνης.

περὶ τῆς Αἰθαλίας καὶ Κύρνου καὶ Σαρδόνος.

περὶ Πιτυούσσης καὶ τῶν νήσων τῶν Γυμνησίων, ἅς τινες Βαλιαρίδας ὀνομάζουσι.

περὶ τῶν ἐν ὠκεανῷ νήσων τῶν πρὸς ἑσπέραν κειμένων.

περὶ τῆς Πρεττανικῆς νήσου καὶ τῆς ὀνομαζομένης Βασιλείας καθ᾽ ἣν τὸ ἤλεκτρον γίνεται.

περὶ Γαλατίας καὶ Κελτιβηρίας, ἔτι δ᾽ Ἰβηρίας καὶ Λιγυστικῆς καὶ Τυρρηνίας, καὶ τῶν ἐν ταύταις κατοικούντων, τίσι χρῶνται νομίμοις.

περὶ τῶν κατὰ τὴν μεσημβρίαν ἐν ὠκεανῷ νήσων, τῆς τε Ἱερᾶς ὀνομαζομένης καὶ τῆς Παγχαίας, καὶ τῶν ἐν αὐταῖς ἱστορουμένων. περὶ Σαμοθρᾴκης καὶ τῶν ἐν αὐτῇ μυστηρίων.

περὶ Νάξου καὶ Σύμης καὶ Καλύδνης.

περὶ Ῥόδου καὶ τῶν κατ᾽ αὐτὴν μυθολογουμένων.

περὶ Χερρονήσου τῆς ἀντιπέραν τῆς Ῥοδίας κειμένης.

περὶ Κρήτης καὶ τῶν ἐν αὐτῇ μυθολογουμένων μέχρι τῶν νεωτέρων καιρῶν. [p. 2]

περὶ Λέσβου καὶ τῶν εἰς Χίον καὶ Σάμον καὶ Κῶν καὶ

Ῥόδον ἀποικιῶν ὑπὸ Μακαρέως.

περὶ Τενέδου καὶ τοῦ κατ᾽ αὐτὴν οἰκισμοῦ καὶ τῶν ὑπὸ

Τενεδίων περὶ Τέννου μυθευομένων.

περὶ τῶν Κυκλάδων νήσων τῶν ἐλαττόνων καὶ τυχουσῶν οἰκισμοῦ ὑπὸ Μίνωος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: