previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῆς Τρῳάδος χώρας πρῶτος ἐβασίλευσε Τεῦκρος, υἱὸς ὢν Σκαμάνδρου τοῦ ποταμοῦ καὶ Ἰδαίας νύμφης, ἀνὴρ ἐπιφανής, καὶ τοὺς λαοὺς ἀφ᾽ ἑαυτοῦ Τεύκρους προσηγόρευσε. Τεύκρου δ᾽ ἐγένετο θυγάτηρ Βάτεια: ταύτην δὲ Δάρδανος Διὸς γήμας, καὶ τὴν βασιλείαν διαδεξάμενος, τοὺς μὲν λαοὺς ἀφ᾽ ἑαυτοῦ ὠνόμασε Δαρδάνους, πόλιν δ᾽ οἰκίσας ἐπὶ θαλάττης ὠνόμασεν ἀφ᾽ ἑαυτοῦ Δάρδανον. [2] τούτου δ᾽ Ἐριχθόνιος υἱὸς γενόμενος εὐδαιμονίᾳ καὶ πλούτῳ πολὺ διήνεγκε: περὶ οὗ καὶ ποιητὴς Ὅμηρός φησι,

ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων:
τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο.
[3] Ἐριχθονίου δ᾽ υἱὸς γενόμενος Τρὼς τοὺς λαοὺς ὠνόμασεν ἀφ᾽ ἑαυτοῦ Τρῶας. τούτου δ᾽ ἐγένοντο τρεῖς υἱοί, Ἶλος, Ἀσσάρακος, Γανυμήδης. Ἶλος μὲν οὖν ᾤκισεν ἐν πεδίῳ πόλιν ἐπιφανεστάτην τῶν ἐν τῇ Τρῳάδι, Ἴλιον ἀφ᾽ ἑαυτοῦ θέμενος τὴν προσηγορίαν. [4] Ἴλου δὲ γενόμενος υἱὸς Λαομέδων Τιθωνὸν καὶ Πρίαμον ἐγέννησεν: ὧν Τιθωνὸς μὲν στρατεύσας εἰς τὰ πρὸς ἕω μέρη τῆς Ἀσίας καὶ διατείνας [p. 517] ἕως Αἰθιοπίας ἐμυθολογήθη ἐξ Ἠοῦς τεκνῶσαι Μέμνονα τὸν τοῖς Τρωσὶ βοηθήσαντα καὶ ὑπ᾽ Ἀχιλλέως ἀναιρεθέντα, Πρίαμος δ᾽ Ἑκάβην γήμας σὺν ἄλλοις πλείοσιν υἱοῖς ἐγέννησεν Ἕκτορα τὸν ἐπισημόντατον γενόμενον ἐν τῷ Τρωικῷ πολέμῳ. [5] Ἀσσάρακος δὲ Δαρδάνων βασιλεύσας Κάπυν ἐγέννησεν, ἐξ οὗ τεκνωθεὶς Ἀγχίσης ἐξ Ἀφροδίτης Αἰνείαν ἐγέννησε τὸν ἐπιφανέστατον τῶν Τρώων. Γανυμήδης δὲ τῶν ἁπάντων εὐπρεπείᾳ διαφέρων ὑπὸ τῶν θεῶν ἀνηρπάγη τῷ Διὶ οἰνοχοεῖν. [6] τούτων δ᾽ ἡμῖν διευκρινημένων πειρασόμεθα διεξιέναι περὶ Δαιδάλου καὶ Μινωταύρου καὶ τῆς Μίνωος στρατείας εἰς Σικελίαν ἐπὶ Κώκαλον τὸνβασιλέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: