previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τελευτήσαντα τὴν τιμωρίαν ἔχειν αἰώνιον. τοὺς δὲ Κενταύρους τινὲς μέν φασιν ἐν τῷ Πηλίῳ τραφῆναι ὑπὸ Νυμφῶν, ἀνδρωθέντας δὲ καὶ μιγέντας ἵπποις θηλείαις γεννῆσαι τοὺς ὀνομαζομένους διφυεῖς Ἱπποκενταύρους: τινὲς δὲ λέγουσι τοὺς ἐκ Νεφέλης καὶ Ἰξίονος γεννηθέντας Κενταύρους πρώτους ἱππεύειν ἐπιχειρήσαντας Ἱπποκενταύρους ὠνομάσθαι καὶ εἰς πλάσμα μύθου καταταχθῆναι ὡς διφυεῖς ὄντας. [2] φασὶ δὲ τούτους ὡς συγγενεῖς ὑπάρχοντας ἀπαιτῆσαι τὸν Πειρίθουν τὸ μέρος τῆς πατρῴας ἀρχῆς: οὐκ ἀποδιδόντος δὲ τοῦ Πειρίθου πόλεμον ἐξενεγκεῖν πρὸς αὐτόν τε καὶ τοὺς Λαπίθας. [3] ὕστερον δὲ διαλυθέντων αὐτῶν Πειρίθους μὲν γήμας Ἱπποδάμειαν τὴν Βούτου, καὶ καλέσαντος εἰς τοὺς [p. 510] γάμους τόν τε Θησέα καὶ τοὺς Κενταύρους, φασὶ μεθυσθέντας ἐπιβαλέσθαι ταῖς κεκλημέναις γυναιξὶ καὶ βίᾳ μίσγεσθαι, διὰ δὲ τὴν παρανομίαν τόν τε Θησέα καὶ τοὺς Λαπίθας παροξυνθέντας οὐκ ὀλίγους μὲν ἀνελεῖν, τοὺς δὲ λοιποὺς ἐκβαλεῖν ἐκ τῆς πόλεως. [4] διὰ δὲ ταύτην τὴν αἰτίαν τῶν Κενταύρων πανδημεὶ στρατευσάντων ἐπὶ τοὺς Λαπίθας καὶ πολλοὺς ἀνελόντων, τοὺς ὑπολειφθέντας φυγεῖν εἰς Φολόην τῆς Ἀρκαδίας, τέλος δ᾽ εἰς Μαλέαν ἐκπεσόντας ἐνταῦθα κατοικῆσαι. τοὺς δὲ Κενταύρους μετεωρισθέντας τοῖς προτερήμασι, καὶ ὁρμωμένους ἐκ τῆς Φολόης, λῄζεσθαι τοὺς παριόντας τῶν Ἑλλήνων καὶ πολλοὺς τῶν περιοίκων ἀναιρεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: