previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ τῶν Λαπιθῶν καὶ Κενταύρων ἐν μέρει διέξιμεν. Ὠκεανοῦ καὶ Τηθύος κατὰ τοὺς μύθους παῖδες ἐγένοντο πλείους ποταμῶν ἐπώνυμοι, ἐν οἷς καὶ Πηνειός, ἀφ᾽ οὗ συνέβη τὸν ἐν Θετταλίᾳ Πηνειὸν ὀνομασθῆναι. οὗτος δὲ μιγεὶς νύμφῃ τῇ προσαγορευομένῃ Κρεούσῃ παῖδας ἐγέννησεν Ὑψέα καὶ Στίλβην, μιγεὶς Ἀπόλλων Λαπίθην καὶ Κένταυρον ἐγέννησε. [2] καὶ τούτων Λαπίθης μὲν κατοικῶν περὶ τὸν Πηνειὸν ποταμὸν ἐβασίλευσε τῶν τόπων τούτων, γήμας δὲ Ὀρσινόμην τὴν Εὐρυνόμου ἐγέννησεν υἱοὺς δύο, Φόρβαντα καὶ Περίφαντα. οὗτοι μὲν οὖν ἐνταῦθα ἐβασίλευσαν, οἱ δὲ σύμπαντες λαοὶ ἀπὸ Λαπίθου Λαπίθαι προσηγορεύθησαν. τῶν δ᾽ υἱῶν τῶν Λαπίθου Φόρβας μὲν εἰς Ὤλενον παρῆλθεν, ἐξ ἧς μεταπεμψάμενος αὐτὸν Ἀλέκτωρ τῆς Ἠλείας βασιλεὺς βοηθόν, φοβούμενος τὴν Πέλοπος δυναστείαν, τῆς ἐν Ἤλιδι βασιλείας μετέδωκεν: [3] ἐκ δὲ Φόρβαντος ὑπῆρξαν υἱοὶ δύο, Αἰγεὺς καὶ Ἄκτωρ, οἱ τὴν Ἠλείων βασιλείαν παραλαβόντες. δ᾽ ἕτερος τῶν Λαπίθου παίδων Περίφας γήμας Ἀστυάγυιαν τὴν Ὑψέως ἐγέννησεν ὀκτὼ παῖδας, ὧν ἦν πρεσβύτατος Ἀντίων, ὃς μιγεὶς Περιμήλᾳ τῇ Ἀμυθάονος ἐγέννησεν Ἰξίονα. οὗτος δ᾽, ὥς φασιν, ὑποσχόμενος ἕδνα πολλὰ δώσειν Ἠϊονεῖ ἔγημε τὴν Ἠϊονέως θυγατέρα Δίαν, ἐξ ἧς ἐγέννησε Πειρίθουν. [4] ἔπειθ᾽ μὲν Ἰξίων οὐκ ἀπέδωκε τὰ ἕδνα τῇ γυναικί, [p. 509] δ᾽ Ἠϊονεὺς τὰς ἵππους ἀντὶ τούτων ἠνεχύρασεν. δ᾽ Ἰξίων τὸν Ἠϊονέα μετεπέμψατο ἐπαγγελλόμενος πάντα ὑπακούσεσθαι, καὶ τὸν Ἠϊονέα παραγενόμενον ἔβαλεν εἰς βόθρον πυρὸς μεστόν. διὰ δὲ τὸ μέγεθος τῆς παρανομίας μηδένα βούλεσθαι καθᾶραι τὸν φόνον. τέλος δ᾽ ὑπὸ τοῦ Διὸς κατὰ τοὺς μύθους ἁγνισθείς, ἠράσθη μὲν τῆς Ἥρας καὶ κατετόλμησεν ὑπὲρ συνουσίας λόγους ποιεῖσθαι. [5] ἔπειτα τὸν μὲν Δία εἴδωλον ποιήσαντα τῆς Ἥρας νεφέλην ἐξαποστεῖλαι, τὸν δὲ Ἰξίονα τῇ νεφέλῃ μιγέντα γεννῆσαι τοὺς ὀνομαζομένους Κενταύρους ἀνθρωποφυεῖς. τέλος δὲ μυθολογοῦσι τὸν Ἰξίονα διὰ τὸ μέγεθος τῶν ἡμαρτημένων ὑπὸ Διὸς εἰς τροχὸν ἐνδεθῆναι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (13 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: