previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καθόλου δὲ πᾶσι τοῖς συγγενέσιν ἐπαγγειλάμενον ἐπιεικῶς καὶ μεγαλοψύχως προσενεχθήσεσθαι, συναγαγεῖν εἰς ἐκκλησίαν τὰ πλήθη. ἀπολογησάμενον δὲ περὶ τῶν πεπραγμένων, καὶ διδάξαντα διότι τοὺς προαδικήσαντας ἠμύνατο, τιμωρίαν ἐλάττονα λαβὼν ὧν αὐτὸς πέπονθεν, Ἀκάστῳ μὲν τῷ Πελίου τὴν πατρῴαν βασιλείαν παραδοῦναι, τῶν δὲ τοῦ βασιλέως θυγατέρων ἀξιῶσαι αὐτὸν φροντίδα ποιήσασθαι. [2] καὶ πέρας συντελέσαι τὴν ὑπόσχεσιν αὐτόν φασι μετά τινα χρόνον συνοικίσαντα πάσας τοῖς ἐπιφανεστάτοις. Ἄλκηστιν μὲν γὰρ τὴν πρεσβυτάτην ἐκδοῦναι πρὸς γάμον Ἀδμήτῳ τῷ Φέρητος Θετταλῷ, Ἀμφινόμην δὲ Ἀνδραίμονι Λεοντέως ἀδελφῷ, Εὐάδνην δὲ Κάνῃ τῷ Κεφάλου, Φωκέων τότε βασιλεύοντι. ταῦτα μὲν αὐτὸν ὕστερον πρᾶξαι, τότε δὲ μετὰ τῶν ἀριστέων εἰς Ἰσθμὸν τὸν ἐν Πελοποννήσῳ πλεύσαντα θυσίαν ἐπιτελέσαι τῷ Ποσειδῶνι καὶ καθιερῶσαι τὴν Ἀργὼ τῷ θεῷ. [3] ἀποδοχῆς δὲ μεγάλης τυγχάνοντα παρὰ τῷ βασιλεῖ τῶν Κορινθίων [p. 480] Κρέοντι μετασχεῖν τῆς πολιτείας καὶ τὸν λοιπὸν χρόνον ἐν τῇ Κορίνθῳ κατοικῆσαι. [4] μελλόντων δὲ τῶν Ἀργοναυτῶν εἰς τὰς πατρίδας διαχωρίζεσθαι, φασὶ τὸν Ἡρακλέα συμβουλεῦσαι τοῖς ἀριστεῦσι πρὸς τὰ παράδοξα τῆς τύχης ἀλλήλοις ὅρκους δοῦναι συμμαχήσειν, ἐάν τις βοηθείας προσδεηθῇ: ἐκλέξασθαι δὲ καὶ τῆς Ἑλλάδος τὸν ἐπιφανέστατον τόπον εἰς ἀγώνων θέσιν καὶ πανήγυριν κοινήν, καὶ καθιερῶσαι τὸν ἀγῶνα τῷ μεγίστῳ τῶν θεῶν Διὶ Ὀλυμπίῳ. [5] συνομοσάντων δὲ τῶν ἀριστέων περὶ τῆς συμμαχίας, καὶ τὴν διάταξιν τῶν ἀγώνων ἐπιτρεψάντων Ἡρακλεῖ, φασὶ τοῦτον τὸν τόπον προκρῖναι πρὸς τὴν πανήγυριν τῆς τῶν Ἠλείων χώρας τὸν παρὰ τὸν Ἀλφειόν. διὸ καὶ τὴν παραποταμίαν καθιερώσαντα τῷ μεγίστῳ τῶν θεῶν, Ὀλυμπίαν ἀπ᾽ ἐκείνου προσαγορεῦσαι. ὑποστησάμενον δ᾽ ἱππικὸν ἀγῶνα καὶ γυμνικόν, τά τε περὶ τῶν ἄθλων διατάξαι καὶ θεωροὺς ἀποστεῖλαι τοὺς ταῖς πόλεσι προεροῦντας τὴν θέαν τῶν ἀγώνων. [6] διὰ δὲ τὴν παρὰ τοῖς Ἀργοναύταις γενομένην ἀποδοχὴν αὐτοῦ κατὰ τὴν στρατείαν οὐ μετρίως δοξασθέντος, προσγενέσθαι τὴν ἐκ τῆς Ὀλυμπικῆς πανηγύρεως δόξαν, ὥστε πάντων τῶν Ἑλλήνων ἐπιφανέστατον ὑπάρχειν καὶ παρὰ ταῖς πλείσταις πόλεσι γνωσθέντα πολλοὺς ἔχειν ἐπιθυμητὰς τῆς φιλίας, οὓς προθύμους εἶναι μετασχεῖν παντὸς κινδύνου. [7] ταχὺ δ᾽ ἐπ᾽ ἀνδρείᾳ καὶ στρατηγίᾳ θαυμασθέντα στρατόπεδόν τε κράτιστον συστήσασθαι [p. 481] καὶ πᾶσαν ἐπελθεῖν τὴν οἰκουμένην εὐεργετοῦντα τὸ γένος τῶν ἀνθρώπων: ἀνθ᾽ ὧν τυχεῖν αὐτὸν συμφωνουμένης ἀθανασίας. τοὺς δὲ ποιητὰς διὰ τὴν συνήθη τερατολογίαν μυθολογῆσαι μόνον τὸν Ἡρακλέα καὶ γυμνὸν ὅπλων τελέσαι τοὺς τεθρυλημένους ἄθλους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: