previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προκρίναντας κατ᾽ ἀνδρείαν. ἔπειτ᾽ ἐκ τῆς Ἰωλκοῦ τὸν ἔκπλουν ποιησαμένους, καὶ παραλλάξαντας τόν τε Ἄθω καὶ Σαμοθρᾴκην, χειμῶνι περιπεσεῖν, καὶ προσενεχθῆναι τῆς Τρῳάδος πρὸς Σίγειον. ἐνταῦθα δ᾽ αὐτῶν τὴν ἀπόβασιν ποιησαμένων, εὑρεθῆναί φασι παρθένον δεδεμένην παρὰ τὸν αἰγιαλὸν διὰ τοιαύτας αἰτίας. [2] λέγεται τὸν Ποσειδῶνα διὰ τὴν μυθολογουμένην τῶν Τρωικῶν τειχῶν κατασκευὴν μηνίσαντα Λαομέδοντι τῷ βασιλεῖ κῆτος ἀνεῖναι ἐκ τοῦ πελάγους πρὸς τὴν χώραν: ὑπὸ δὲ τούτου τούς τε παρὰ τὸν αἰγιαλὸν διατρίβοντας καὶ τοὺς γεωργοῦντας τὴν παραθαλάττιον παραδόξως συναρπάζεσθαι: πρὸς δὲ τούτοις λοιμὸν ἐμπεσεῖν εἰς τὰ πλήθη καὶ καρπῶν παντελῆ φθοράν, ὥστε πάντας ἐκπλήττεσθαι τὸ μέγεθος τῆς περιστάσεως. [3] διὸ καὶ συντρεχόντων τῶν ὄχλων εἰς ἐκκλησίαν καὶ ζητούντων ἀπαλλαγὴν τῶν ἀτυχημάτων, λέγεται τὸν βασιλέα πέμψαι πρὸς τὸν Ἀπόλλω τοὺς ἐπερωτήσοντας περὶ τῶν συμβεβηκότων. ἐκπεσόντος οὖν χρησμοῦ μῆνιν ὑπάρχειν Ποσειδῶνος, καὶ τότε ταύτην λήξειν ὅταν οἱ Τρῶες τὸ λαχὸν τῶν τέκνων ἑκουσίως παραδῶσι βορὰν τῷ κήτει, φασὶν ἁπάντων εἰς τὸν κλῆρον ἐμβαινόντων ἐπανελθεῖν εἰς Ἡσιόνην τὴν τοῦ βασιλέως θυγατέρα: [4] διόπερ τὸν Λαομέδοντα συναναγκασθέντα παραδοῦναι τὴν παρθένον καὶ δεσμοῖς καταλαβόμενον ἀπολιπεῖν παρὰ τὸν αἰγιαλόν. [5] ἐνταῦθα δὲ τὸν μὲν Ἡρακλέα μετὰ τῶν Ἀργοναυτῶν [p. 462] τὴν ἀπόβασιν ποιησάμενον, καὶ μαθόντα παρὰ τῆς κόρης τὴν περιπέτειαν, ἀναρρῆξαι μὲν τοὺς περὶ τὸ σῶμα δεσμούς, ἀναβάντα δ᾽ εἰς τὴν πόλιν ἐπαγγείλασθαι τῷ βασιλεῖ διαφθερεῖν τὸ κῆτος. [6] τοῦ δὲ Λαομέδοντος ἀποδεξαμένου τὸν λόγον καὶ δωρεὰν δώσειν ἐπαγγειλαμένου τὰς ἀνικήτους ἵππους, φασὶ τὸ μὲν κῆτος ὑφ᾽ Ἡρακλέους ἀναιρεθῆναι, τῇ δ᾽ Ἡσιόνῃ δοθῆναι τὴν ἐξουσίαν εἴτε βούλοιτο μετὰ τοῦ σώσαντος ἀπελθεῖν εἴτε μετὰ τῶν γονέων καταμένειν ἐν τῇ πατρίδι. τὴν μὲν οὖν κόρην ἑλέσθαι τὸν μετὰ τοῦ ξένου βίον, οὐ μόνον τὴν εὐεργεσίαν τῆς συγγενείας προκρίνασαν, ἀλλὰ καὶ φοβουμένην μὴ πάλιν φανέντος κήτους πρὸς τὴν ὁμοίαν ὑπὸ τῶν πολιτῶν ἐκτεθῇ τιμωρίαν. [7] τὸν δ᾽ Ἡρακλέα δώροις καὶ τοῖς προσήκουσι ξενίοις λαμπρῶς τιμηθέντα τὴν Ἡσιόνην καὶ τὰς ἵππους παραθέσθαι τῷ Λαομέδοντι, συνταξάμενον μετὰ τὴν ἐκ Κόλχων ἐπάνοδον ἀπολήψεσθαι, αὐτὸν δ᾽ ἀναχθῆναι μετὰ τῶν Ἀργοναυτῶν κατὰ σπουδὴν ἐπὶ τὸν προκείμενον ἆθλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: