previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ ταῦτα Ἡρακλῆς μὲν ἐπανελθὼν εἰς Πελοπόννησον ἐστράτευσεν ἐπ᾽ Αὐγέαν διὰ τὴν ἀποστέρησιν τοῦ μισθοῦ: γενομένης δὲ μάχης πρὸς τοὺς Ἠλείους, τότε μὲν ἄπρακτος ἐπανῆλθεν εἰς Ὤλενον πρὸς Δεξαμενόν: τῆς δὲ τούτου θυγατρὸς Ἱππολύτης συνοικιζομένης Ἀζᾶνι, συνδειπνῶν Ἡρακλῆς καὶ θεασάμενος ἐν τοῖς γάμοις ὑβρίζοντα τὸν Κένταυρον Εὐρυτίωνα καὶ τὴν Ἱππολύτην βιαζόμενον, ἀπέκτεινεν. [2] εἰς Τίρυνθα δὲ Ἡρακλέους ἐπανελθόντος, Εὐρυσθεὺς αἰτιασάμενος αὐτὸν ἐπιβουλεύειν τῇ βασιλείᾳ προσέταξεν ἀπελθεῖν ἐκ Τίρυνθος αὐτόν τε καὶ τὴν Ἀλκμήνην καὶ Ἰφικλέα καὶ Ἰόλαον. διόπερ ἀναγκασθεὶς ἔφυγε μετὰ τούτων καὶ κατῴκησε [p. 448] [3] τῆς Ἀρκαδίας ἐν Φενεῷ. ἐντεῦθεν δὲ ὁρμώμενος, καὶ πυθόμενος ἐξ Ἤλιδος πομπὴν ἀποστέλλεσθαι Ποσειδῶνι εἰς Ἰσθμόν, καὶ ταύτης ἀφηγεῖσθαι Εὔρυτον τὸν Αὐγέου, προσπεσὼν ἄφνω τὸν Εὔρυτον ἀπέκτεινε περὶ Κλεωνάς, ἔνθα νῦν ἐστιν ἱερὸν Ἡρακλέους. [4] μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ τὴν Ἦλιν τόν τε βασιλέα ἐφόνευσεν Αὐγέαν, καὶ τὴν πόλιν ἑλὼν κατὰ κράτος Φυλέα τὸν Αὐγέου μετεπέμψατο, καὶ τούτῳ τὴν βασιλείαν παρέδωκεν: ἦν γὰρ ὑπὸ τοῦ πατρὸς πεφυγαδευμένος καθ᾽ ὃν καιρὸν δικαστὴς γενόμενος τῷ πατρὶ πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ τὸ νίκημα ἀπέδωκεν Ἡρακλεῖ. [5] μετὰ δὲ ταῦτα Ἱπποκόων μὲν ἐφυγάδευσεν ἐκ τῆς Σπάρτης τὸν ἀδελφὸν Τυνδάρεων, Οἰωνὸν δὲ τὸν Λικυμνίου φίλον ὄντα Ἡρακλέους οἱ υἱοὶ τοῦ Ἱπποκόωντος εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀπέκτειναν: ἐφ᾽ οἷς ἀγανακτήσας Ἡρακλῆς ἐστράτευσεν ἐπ᾽ αὐτούς: μεγάλῃ δὲ μάχῃ νικήσας παμπληθεῖς ἀπέκτεινε. τὴν δὲ Σπάρτην ἑλὼν κατὰ κράτος, κατήγαγεν ἐπὶ τὴν βασιλείαν Τυνδάρεων τὸν πατέρα τῶν Διοσκόρων, καὶ τὴν βασιλείαν ὡς δορίκτητον Τυνδάρεῳ παρέθετο, προστάξας τοῖς ἀφ᾽ ἑαυτοῦ γενομένοις φυλάττειν. [6] ἔπεσον δ᾽ ἐν τῇ μάχῃ τῶν μὲν μεθ᾽ Ἡρακλέους ὀλίγοι παντελῶς, ἐν οἷς ἦσαν ἐπιφανεῖς ἄνδρες Ἴφικλος καὶ Κηφεὺς καὶ Κηφέως υἱοὶ τὸν ἀριθμὸν ὄντες ἑπτακαίδεκα: τρεῖς γὰρ ἀπὸ τῶν εἴκοσι μόνον διεσώθησαν: τῶν δ᾽ ἐναντίων αὐτός [p. 449] τε Ἱπποκόων καὶ μετ᾽ αὐτοῦ δέκα μὲν υἱοί, τῶν δ᾽ ἄλλων Σπαρτιατῶν παμπληθεῖς. [7] ἀπὸ δὲ ταύτης τῆς στρατείας ἐπανιὼν εἰς τὴν Ἀρκαδίαν, καὶ καταλύσας παρὰ Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρᾳ μιγεὶς Αὔγῃ καὶ ταύτην ποιήσας ἔγκυον εἰς Στύμφαλον ἐπανῆλθεν. [8] Ἄλεως δ᾽ ἀγνοῶν τὸ πεπραγμένον, ὡς τῆς γαστρὸς ὄγκος ἐμήνυσε τὴν φθοράν, ἐζήτει τὸν φθείραντα. τῆς δ᾽ Αὔγης ἀποφαινομένης ὅτι βιάσαιτο αὐτὴν Ἡρακλῆς, ἀπιστήσας τοῖς ὑπὸ ταύτης λεγομένοις ταύτην μὲν παρέδωκε Ναυπλίῳ φίλῳ καθεστῶτι, καὶ προσέταξε καταποντίσαι. [9] Αὔγη δ᾽ ἀπαγομένη εἰς Ναυπλίαν, καὶ γενομένη κατὰ τὸ Παρθένιον ὄρος, ὑπὸ τῶν ὠδίνων καταβαρουμένη παρῆλθεν εἰς τὴν πλησίον ὕλην ὡς ἐπί τινα χρείαν ἀναγκαίαν: τεκοῦσα δὲ παιδίον ἄρρεν ἀπέλιπε τὸ βρέφος εἴς τινας θάμνους κρύψασα. μετὰ δὲ ταῦτα Αὔγη μὲν ἀπηλλάγη πρὸς τὸν Ναύπλιον, καὶ καταντήσασα τῆς Ἀργείας εἰς τὸν ἐν Ναυπλίᾳ λιμένα παραδόξου σωτηρίας ἔτυχεν: [10] γὰρ Ναύπλιος καταποντίσαι μὲν αὐτὴν κατὰ τὰς ἐντολὰς οὐκ ἔκρινε, ξένοις δέ τισι Καρσὶν ἀναγομένοις εἰς τὴν Ἀσίαν δωρήσασθαι: οὗτοι δ᾽ ἀπαγαγόντες εἰς τὴν Ἀσίαν ἀπέδοντο τὴν Αὔγην τῷ βασιλεῖ τῆς Μυσίας Τεύθραντι. [11] τὸ δ᾽ ἀπολειφθὲν ἐν τῷ Παρθενίῳ βρέφος ὑπὸ τῆς Αὔγης βουκόλοι τινὲς Κορύθου τοῦ βασιλέως εὑρόντες ὑπό τινος ἐλάφου τῷ μαστῷ τρεφόμενον, ἐδωρήσαντο τῷ δεσπότῃ. δὲ [p. 450] Κόρυθος παραλαβὼν τὸ παιδίον ἀσμένως ὡς ἴδιον υἱὸν ἔτρεφε, προσαγορεύσας Τήλεφον ὰπὸ τῆς τρεφούσης ἐλάφου. Τήλεφος δ᾽ ἀνδρωθεὶς καὶ τὴν μητέρα μαθεῖν σπεύδων, παρῆλθεν εἰς Δελφούς, καὶ χρησμὸν ἔλαβε πλεῖν εἰς τὴν Μυσίαν πρὸς Τεύθραντα τὸν βασιλέα. [12] ἀνευρὼν δὲ τὴν μητέρα, καὶ γνωσθεὶς τίνος ἦν πατρός, ἀποδοχῆς ἐτύγχανε τῆς μεγίστης. δὲ Τεύθρας ἄπαις ὢν ἀρρένων παίδων τὴν θυγατέρα Ἀργιόπην συνῴκισε τῷ Τηλέφῳ, καὶ διάδοχον ἀπέδειξε τῆς βασιλείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: