previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὗτος γὰρ κατὰ τοὺς παραδεδομένους μύθους καταβὰς εἰς τοὺς καθ᾽ ᾄδου τόπους, καὶ προσδεχθεὶς [p. 437] ὑπὸ τῆς Φερσεφόνης ὡς ἂν ἀδελφός, Θησέα μὲν ἀνήγαγεν ἐκ δεσμῶν μετὰ Πειρίθου, χαρισαμένης τῆς Κόρης, τὸν δὲ κύνα παραλαβὼν δεδεμένον παραδόξως ἀπήγαγε καὶ φανερὸν κατέστησεν ἀνθρώποις. [2] τελευταῖον δ᾽ ἆθλον λαβὼν ἐνεγκεῖν τὰ τῶν Ἑσπερίδων χρυσᾶ μῆλα, πάλιν ἔπλευσεν εἰς τὴν Λιβύην. περὶ δὲ τῶν μήλων τούτων διαπεφωνήκασιν οἱ μυθογράφοι, καὶ τινὲς μέν φασιν ἔν τισι κήποις τῶν Ἑσπερίδων ὑπάρξαι κατὰ τὴν Λιβύην μῆλα χρυσᾶ, τηρούμενα συνεχῶς ὑπό τινος δράκοντος φοβερωτάτου, τινὲς δὲ λέγουσι ποίμνας προβάτων κάλλει διαφερούσας κεκτῆσθαι τὰς Ἑσπερίδας, χρυσᾶ δὲ μῆλα ἀπὸ τοῦ κάλλους ὠνομάσθαι ποιητικῶς, ὥσπερ καὶ τὴν Ἀφροδίτην χρυσῆν καλεῖσθαι διὰ τὴν εὐπρέπειαν. [3] ἔνιοι δὲ λέγουσιν ὅτι τὰ πρόβατα τὴν χρόαν ἰδιάζουσαν ἔχοντα καὶ παρόμοιον χρυσῷ τετευχέναι ταύτης τῆς προσηγορίας, Δράκοντα δὲ τῶν ποιμνῶν ἐπιμελητὴν καθεσταμένον, καὶ ῥώμῃ σώματος καὶ ἀλκῇ διαφέροντα, τηρεῖν τὰ πρόβατα καὶ τοὺς λῃστεύειν αὐτὰ τολμῶντας ἀποκτείνειν. ἀλλὰ περὶ μὲν τούτων ἐξέσται διαλαμβάνειν ὡς ἂν ἕκαστος ἑαυτὸν πείθῃ. [4] δ᾽ Ἡρακλῆς τὸν φύλακα τῶν μήλων ἀνελών, καὶ ταῦτα ἀποκομίσας πρὸς Εὐρυσθέα, καὶ τοὺς ἄθλους ἀποτετελεκώς, προσεδέχετο τῆς ἀθανασίας τεύξεσθαι, καθάπερ Ἀπόλλων ἔχρησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: