previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτων δὲ πραχθέντων μὲν Ἡρακλῆς ἐνέπεσεν εἰς ἀθυμίαν οὐ τὴν τυχοῦσαν: τό τε γὰρ τῷ ταπεινοτέρῳ δουλεύειν οὐδαμῶς ἄξιον ἔκρινε τῆς ἰδίας ἀρετῆς, τό τε τῷ Διὶ καὶ πατρὶ μὴ πείθεσθαι καὶ ἀσύμφορον ἐφαίνετο καὶ ἀδύνατον. εἰς πολλὴν οὖν ἀμηχανίαν ἐμπίπτοντος αὐτοῦ, Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύτταν: δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσε. τοῦ πάθους δ᾽ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν μὲν Ἰόλαον ἐπεβάλετο κτείνειν, [p. 412] ἐκείνου δὲ φυγόντος καὶ τῶν παίδων τῶν ἐκ Μεγάρας πλησίον διατριβόντων, τούτους ὡς πολεμίους κατετόξευσε. [2] μόγις δὲ τῆς μανίας ἀπολυθείς, καὶ ἐπιγνοὺς τὴν ἰδίαν ἄγνοιαν, περιαλγὴς ἦν ἐπὶ τῷ μεγέθει τῆς συμφορᾶς. πάντων δ᾽ αὐτῷ συλλυπουμένων καὶ συμπενθούντων, ἐπὶ πολὺν χρόνον κατὰ τὴν οἰκίαν ἡσύχαζεν, ἐκκλίνων τὰς τῶν ἀνθρώπων ὁμιλίας τε καὶ ἀπαντήσεις: τέλος δὲ τοῦ χρόνου τὸ πάθος πραΰναντος κρίνας ὑπομένειν τοὺς κινδύνους παρεγένετο πρὸς Εὐρυσθέα. [3] καὶ πρῶτον μὲν ἔλαβεν ἆθλον ἀποκτεῖναι τὸν ἐν Νεμέᾳ λέοντα. οὗτος δὲ μεγέθει μὲν ὑπερφυὴς ἦν, ἄτρωτος δὲ ὢν σιδήρῳ καὶ χαλκῷ καὶ λίθῳ τῆς κατὰ χεῖρα βιαζομένης προσεδεῖτο ἀνάγκης. διέτριβε δὲ μάλιστα μεταξὺ Μυκηνῶν καὶ Νεμέας περὶ ὄρος τὸ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος Τρητόν: εἶχε γὰρ περὶ τὴν ῥίζαν διώρυχα διηνεκῆ, καθ᾽ ἣν εἰώθει φωλεύειν τὸ θηρίον. [4] δ᾽ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν τόπον προσέβαλεν αὐτῷ, καὶ τοῦ θηρίου συμφυγόντος εἰς τὴν διώρυχα συνακολουθῶν αὐτῷ καὶ τὸ ἕτερον τῶν στομίων ἐμφράξας συνεπλάκη, καὶ τὸν αὐχένα σφίγξας τοῖς βραχίοσιν ἀπέπνιξε. τὴν δὲ δορὰν αὐτοῦ περιθέμενος, καὶ διὰ τὸ μέγεθος ἅπαν τὸ ἴδιον σῶμα περιλαβών, εἶχε σκεπαστήριον τῶν μετὰ ταῦτα κινδύνων. [5] δεύτερον δ᾽ ἔλαβεν ἆθλον ἀποκτεῖναι τὴν Λερναίαν [p. 413] ὕδραν, ἧς ἐξ ἑνὸς σώματος ἑκατὸν αὐχένες ἔχοντες κεφαλὰς ὄφεων διετετύπωντο. τούτων δ᾽ εἰ μία διαφθαρείη, διπλασίας τμηθεὶς ἀνίει τόπος: δἰ ἣν αἰτίαν ἀήττητος ὑπάρχειν διείληπτο, καὶ κατὰ λόγον: τὸ γὰρ χειρωθὲν αὐτῆς μέρος διπλάσιον ἀπεδίδου βοήθημα. [6] πρὸς δὲ τὴν δυστραπέλειαν ταύτην ἐπινοήσας τι φιλοτέχνημα προσέταξεν Ἰολάῳ λαμπάδι καομένῃ τὸ ἀποτμηθὲν μέρος ἐπικάειν, ἵνα τὴν ῥύσιν ἐπίσχῃ τοῦ αἵματος. οὕτως οὖν χειρωσάμενος τὸ ζῷον εἰς τὴν χολὴν ἀπέβαπτε τὰς ἀκίδας, ἵνα τὸ βληθὲν βέλος ἔχῃ τὴν ἐκ τῆς ἀκίδος πληγὴν ἀνίατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: