previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ τῶν Αἰθιοπικῶν γραμμάτων τῶν παρ᾽ Αἰγυπτίοις καλουμένων ἱερογλυφικῶν ῥητέον, ἵνα [p. 272] μηδὲν παραλίπωμεν τῶν ἀρχαιολογουμένων. συμβέβηκε τοίνυν τοὺς μὲν τύπους ὑπάρχειν αὐτῶν ὁμοίους ζῴοις παντοδαποῖς καὶ ἀκρωτηρίοις ἀνθρώπων, ἔτι δ᾽ ὀργάνοις, καὶ μάλιστα τεκτονικοῖς: οὐ γὰρ ἐκ τῆς τῶν συλλαβῶν συνθέσεως γραμματικὴ παρ᾽ αὐτοῖς τὸν ὑποκείμενον λόγον ἀποδίδωσιν, ἀλλ᾽ ἐξ ἐμφάσεως τῶν μεταγραφομένων καὶ μεταφορᾶς μνήμῃ συνηθλημένης. [2] γράφουσι γὰρ ἱέρακα καὶ κροκόδειλον, ἔτι δ᾽ ὄφιν καὶ τῶν ἐκ τοῦ σώματος τῶν ἀνθρώπων ὀφθαλμὸν καὶ χεῖρα καὶ πρόσωπον καὶ ἕτερα τοιαῦτα. μὲν οὖν ἱέραξ αὐτοῖς σημαίνει πάντα τὰ ὀξέως γινόμενα, διὰ τὸ τὸ ζῷον τοῦτο τῶν πτηνῶν σχεδὸν ὑπάρχειν ὀξύτατον. μεταφέρεταί τε λόγος ταῖς οἰκείαις μεταφοραῖς εἰς πάντα τὰ ὀξέα καὶ τὰ τούτοις οἰκεῖα παραπλησίως τοῖς εἰρημένοις. [3] δὲ κροκόδειλος σημαντικός ἐστι πάσης κακίας, δὲ ὀφθαλμὸς δίκης τηρητὴς καὶ παντὸς τοῦ σώματος φύλαξ. τῶν δ᾽ ἀκρωτηρίων μὲν δεξιὰ τοὺς δακτύλους ἐκτεταμένους ἔχουσα σημαίνει βίου πορισμόν, δ᾽ εὐώνυμος συνηγμένη τήρησιν καὶ φυλακὴν χρημάτων. [4] δ᾽ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τύπων τῶν ἐκ τοῦ σώματος καὶ τῶν ὀργανικῶν καὶ τῶν ἄλλων ἁπάντων: ταῖς γὰρ ἐν ἑκάστοις ἐνούσαις ἐμφάσεσι συνακολουθοῦντες, καὶ μελέτῃ πολυχρονίῳ καὶ μνήμῃ γυμνάζοντες τὰς ψυχάς, ἑκτικῶς ἕκαστα τῶν γεγραμμένων ἀναγινώσκουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: