Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[331β]
ἢ περὶ σώματος ἢ ψυχῆς ἐπιμελείας, ἂν μέν μοι τὸ καθ᾽ ἡμέραν ἔν τινι τρόπῳ δοκῇ ζῆν ἢ συμβουλεύσαντος ἂν ἐθέλειν πείθεσθαι περὶ ὧν ἀνακοινοῦται, προθύμως συμβουλεύω καὶ οὐκ ἀφοσιωσάμενος μόνον ἐπαυσάμην. ἐὰν δὲ μὴ συμβουλεύηταί μοι τὸ παράπαν ἢ συμβουλεύοντι δῆλος ᾖ μηδαμῇ πεισόμενος, αὐτόκλητος ἐπὶ τὸν τοιοῦτον οὐκ ἔρχομαι συμβουλεύσων, βιασόμενος δὲ οὐδ᾽ ἂν ὑὸς ᾖ μου. δούλῳ δὲ συμβουλεύσαιμ᾽ ἂν καὶ μὴ ἐθέλοντά γε προσβιαζοίμην:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.