Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[315ξ]
ἐγὼ δὲ οὐδὲ ἀνθρώπῳ κλήσει, μήτι δὴ θεῷ, παρακελευσαίμην ἂν δρᾶν τοῦτο, θεῷ μέν, ὅτι παρὰ φύσιν προστάττοιμ᾽ ἄν, πόρρω γὰρ ἡδονῆς ἵδρυται καὶ λύπης τὸ θεῖον, ἀνθρώπῳ δέ, ὅτι τὰ πολλὰ βλάβην ἡδονὴ καὶ λύπη γεννᾷ, δυσμάθειαν καὶ λήθην καὶ ἀφροσύνην καὶ ὕβριν τίκτουσα ἐν τῇ ψυχῇ. καὶ ταῦτα μὲν οὕτως εἰρήσθω παρ᾽ ἐμοῦ περὶ τῆς προσρήσεως: σὺ δ᾽ ἀναγνοὺς αὐτά, ὅπῃ βούλει δέξασθαι, ταύτῃ δέχου.φασὶν δ᾽ οὐκ ὀλίγοι λέγειν σε πρός τινας τῶν παρὰ σὲ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.