Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[310δ]
λέγειν τὸν ἕτερον ὅτι ἀκούοι Ὀλυμπίασι πολλῶν τινων τῶν μετ᾽ ἐμοῦ σε κακηγορούντων. ἴσως γὰρ ὀξύτερον ἐμοῦ ἀκούει: ἐγὼ μὲν γὰρ οὐκ ἤκουσα. χρὴ δέ, ὡς ἐμοὶ δοκεῖ, οὑτωσί σε ποιεῖν τοῦ λοιποῦ, ὅταν τι τοιοῦτον λέγῃ τις περὶ ἡμῶν τινος, γράμματα πέμψαντα ἐμὲ ἐρέσθαι: ἐγὼ γὰρ τἀληθῆ λέγειν οὔτε ὀκνήσω οὔτε αἰσχυνοῦμαι. ἐμοὶ δὲ δὴ καὶ σοὶ τὰ πρὸς ἀλλήλους οὑτωσὶ τυγχάνει ἔχοντα: οὔτε αὐτοὶ ἂν ἀγνῶτές ἐσμεν οὐδενὶ Ἑλλήνων ὡς ἔπος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.