Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[796α]
δὴ τά γε κατὰ πάλην ἃ μὲν Ἀνταῖος ἢ Κερκύων ἐν τέχναις ἑαυτῶν συνεστήσαντο φιλονικίας ἀχρήστου χάριν, ἢ πυγμῆς Ἐπειὸς ἢ Ἄμυκος, οὐδὲν χρήσιμα ἐπὶ πολέμου κοινωνίαν ὄντα, οὐκ ἄξια λόγῳ κοσμεῖν: τὰ δὲ ἀπ᾽ ὀρθῆς πάλης, ἀπ᾽ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως, μετὰ φιλονικίας τε καὶ καταστάσεως διαπονούμενα μετ᾽ εὐσχήμονος ῥώμης τε καὶ ὑγιείας ἕνεκα, ταῦτ᾽ εἰς πάντα ὄντα χρήσιμα οὐ παρετέον, ἀλλὰ προστακτέον μαθηταῖς τε ἅμα καὶ τοῖς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.