previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[628α] μηδένα, διαλλάξας δὲ εἰς τὸν ἐπίλοιπον χρόνον, νόμους αὐτοῖς θείς, πρὸς ἀλλήλους παραφυλάττειν δύναιτο ὥστε εἶναι φίλους.

Κλεινίας
μακρῷ ἀμείνων γίγνοιτ᾽ ἂν τοιοῦτος δικαστής τε καὶ νομοθέτης.

Ἀθηναῖος
καὶ μὴν τοὐναντίον γε πρὸς πόλεμον ἂν βλέπων αὐτοῖς τοὺς νόμους διανομοθετοῖ.

Κλεινίας
τοῦτο μὲν ἀληθές.

Ἀθηναῖος
τί δ᾽ τὴν πόλιν συναρμόττων; πρὸς πόλεμον αὐτῆς ἂν τὸν ἔξωθεν βλέπων τὸν βίον κοσμοῖ μᾶλλον, [628β] πρὸς πόλεμον τὸν ἐν αὐτῇ γιγνόμενον ἑκάστοτε, δὴ καλεῖται στάσις; ὃν μάλιστα μὲν ἅπας ἂν βούλοιτο μήτε γενέσθαι ποτὲ ἐν ἑαυτοῦ πόλει γενόμενόν τε ὡς τάχιστα ἀπαλλάττεσθαι.

Κλεινίας
δῆλον ὅτι πρὸς τοῦτον.

Ἀθηναῖος
πότερα δὲ ἀπολομένων αὖ τῶν ἑτέρων εἰρήνην τῆς στάσεως γενέσθαι, νικησάντων δὲ ποτέρων, δέξαιτ᾽ ἄν τις, μᾶλλον φιλίας τε καὶ εἰρήνης ὑπὸ διαλλαγῶν γενομένης, οὕτω τοῖς ἔξωθεν πολεμίοις προσέχειν ἀνάγκην εἶναι τὸν [628ξ] νοῦν;

Κλεινίας
οὕτω πᾶς ἂν ἐθέλοι πρότερον 'κείνως περὶ τὴν αὑτοῦ γίγνεσθαι πόλιν.

Ἀθηναῖος
οὐκοῦν καὶ νομοθέτης ὡσαύτως;

Κλεινίας
τί μήν;

Ἀθηναῖος
ἆρα οὖν οὐ τοῦ ἀρίστου ἕνεκα πάντα ἂν τὰ νόμιμα τιθείη πᾶς;

Κλεινίας
πῶς δ᾽ οὔ;

Ἀθηναῖος
τό γε μὴν ἄριστον οὔτε πόλεμος οὔτε στάσις, ἀπευκτὸν δὲ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους ἅμα καὶ φιλοφροσύνη, καὶ δὴ καὶ τὸ νικᾶν, ὡς ἔοικεν, αὐτὴν [628δ] αὑτὴν πόλιν οὐκ ἦν τῶν ἀρίστων ἀλλὰ τῶν ἀναγκαίων: ὅμοιον ὡς εἰ κάμνον σῶμα ἰατρικῆς καθάρσεως τυχὸν ἡγοῖτό τις ἄριστα πράττειν τότε, τῷ δὲ μηδὲ τὸ παράπαν δεηθέντι σώματι μηδὲ προσέχοι τὸν νοῦν, ὡσαύτως δὲ καὶ πρὸς πόλεως εὐδαιμονίαν καὶ ἰδιώτου διανοούμενος οὕτω τις οὔτ᾽ ἄν ποτε πολιτικὸς γένοιτο ὀρθῶς, πρὸς τὰ ἔξωθεν πολεμικὰ ἀποβλέπων μόνον καὶ πρῶτον, οὔτ᾽ ἂν νομοθέτης ἀκριβής, εἰ μὴ χάριν εἰρήνης τὰ πολέμου νομοθετοῖ μᾶλλον [628ε] τῶν πολεμικῶν ἕνεκα τὰ τῆς εἰρήνης.

Κλεινίας
φαίνεται μέν πως λόγος οὗτος, ξένε, ὀρθῶς εἰρῆσθαι, θαυμάζω γε μὴν εἰ τά τε παρ᾽ ἡμῖν νόμιμα καὶ ἔτι τὰ περὶ Λακεδαίμονα μὴ πᾶσαν τὴν σπουδὴν τούτων ἕνεκα πεποίηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: