[108α]
ταῦτα δὴ βουλόμενος ὑμᾶς ὑπομνῆσαι, καὶ τὸ τῆς συγγνώμης οὐκ ἔλαττον ἀλλὰ μεῖζον αἰτῶν περὶ τῶν μελλόντων ῥηθήσεσθαι, πάντα ταῦτα εἴρηκα, ὦ Σώκρατες. εἰ δὴ δικαίως αἰτεῖν φαίνομαι τὴν δωρεάν, ἑκόντες δίδοτε.Σωκράτης
τί δ᾽ οὐ μέλλομεν, ὦ Κριτία, διδόναι; καὶ πρός γε ἔτι τρίτῳ δεδόσθω ταὐτὸν τοῦτο Ἑρμοκράτει παρ᾽ ἡμῶν. δῆλον γὰρ ὡς ὀλίγον ὕστερον, ὅταν αὐτὸν δέῃ λέγειν,
τί δ᾽ οὐ μέλλομεν, ὦ Κριτία, διδόναι; καὶ πρός γε ἔτι τρίτῳ δεδόσθω ταὐτὸν τοῦτο Ἑρμοκράτει παρ᾽ ἡμῶν. δῆλον γὰρ ὡς ὀλίγον ὕστερον, ὅταν αὐτὸν δέῃ λέγειν,