previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[589α] δὲ ἄνθρωπον λιμοκτονεῖν καὶ ποιεῖν ἀσθενῆ, ὥστε ἕλκεσθαι ὅπῃ ἂν ἐκείνων ὁπότερον ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρῳ συνεθίζειν μηδὲ φίλον ποιεῖν, ἀλλ᾽ ἐᾶν αὐτὰ ἐν αὑτοῖς δάκνεσθαί τε καὶ μαχόμενα ἐσθίειν ἄλληλα.

παντάπασι γάρ, ἔφη, ταῦτ᾽ ἂν λέγοι τὸ ἀδικεῖν ἐπαινῶν.

οὐκοῦν αὖ τὰ δίκαια λέγων λυσιτελεῖν φαίη ἂν δεῖν ταῦτα πράττειν καὶ ταῦτα λέγειν, ὅθεν τοῦ ἀνθρώπου ἐντὸς [589β] ἄνθρωπος ἔσται ἐγκρατέστατος, καὶ τοῦ πολυκεφάλου θρέμματος ἐπιμελήσεται ὥσπερ γεωργός, τὰ μὲν ἥμερα τρέφων καὶ τιθασεύων, τὰ δὲ ἄγρια ἀποκωλύων φύεσθαι, σύμμαχον ποιησάμενος τὴν τοῦ λέοντος φύσιν, καὶ κοινῇ πάντων κηδόμενος, φίλα ποιησάμενος ἀλλήλοις τε καὶ αὑτῷ, οὕτω θρέψει;

κομιδῇ γὰρ αὖ λέγει ταῦτα τὸ δίκαιον ἐπαινῶν.

κατὰ πάντα τρόπον δὴ μὲν τὰ δίκαια ἐγκωμιάζων ἀληθῆ [589ξ] ἂν λέγοι, δὲ τὰ ἄδικα ψεύδοιτο. πρός τε γὰρ ἡδονὴν καὶ πρὸς εὐδοξίαν καὶ ὠφελίαν σκοπουμένῳ μὲν ἐπαινέτης τοῦ δικαίου ἀληθεύει, δὲ ψέκτης οὐδὲν ὑγιὲς οὐδ᾽ εἰδὼς ψέγει ὅτι ψέγει.

οὔ μοι δοκεῖ, δ᾽ ὅς, οὐδαμῇ γε.

πείθωμεν τοίνυν αὐτὸν πρᾴωςοὐ γὰρ ἑκὼν ἁμαρτάνειἐρωτῶντες: μακάριε, οὐ καὶ τὰ καλὰ καὶ αἰσχρὰ νόμιμα διὰ τὰ τοιαῦτ᾽ ἂν φαῖμεν γεγονέναι: τὰ μὲν καλὰ τὰ ὑπὸ [589δ] τῷ ἀνθρώπῳ, μᾶλλον δὲ ἴσως τὰ ὑπὸ τῷ θείῳ τὰ θηριώδη ποιοῦντα τῆς φύσεως, αἰσχρὰ δὲ τὰ ὑπὸ τῷ ἀγρίῳ τὸ ἥμερον δουλούμενα; συμφήσει: πῶς;

ἐάν μοι, ἔφη, πείθηται.

ἔστιν οὖν, εἶπον, ὅτῳ λυσιτελεῖ ἐκ τούτου τοῦ λόγου χρυσίον λαμβάνειν ἀδίκως, εἴπερ τοιόνδε τι γίγνεται, λαμβάνων τὸ χρυσίον ἅμα καταδουλοῦται τὸ βέλτιστον ἑαυτοῦ [589ε] τῷ μοχθηροτάτῳ; εἰ μὲν λαβὼν χρυσίον ὑὸν θυγατέρα ἐδουλοῦτο, καὶ ταῦτ᾽ εἰς ἀγρίων τε καὶ κακῶν ἀνδρῶν, οὐκ ἂν αὐτῷ ἐλυσιτέλει οὐδ᾽ ἂν πάμπολυ ἐπὶ τούτῳ λαμβάνειν, εἰ δὲ τὸ ἑαυτοῦ θειότατον ὑπὸ τῷ ἀθεωτάτῳ τε καὶ μιαρωτάτῳ δουλοῦται καὶ μηδὲν ἐλεεῖ, οὐκ ἄρα ἄθλιός ἐστι καὶ πολὺ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: